8.97 Ξέρξης δὲ ὡς ἔμαθε τὸ γεγονὸς πάθος , δείσας μή τις τῶν Ἰώνων ὑποθῆται τοῖσι Ἕλλησι αὐτοὶ νοήσωσι πλέειν ἐς τὸν Ἑλλήσποντον λύσοντες τὰς γεφύρας καὶ ἀπολαμφθεὶς ἐν τῇ Εὐρώπῃ κινδυνεύσῃ ἀπολέσθαι , δρησμὸν ἐβούλευε · θέλων δὲ μὴ ἐπίδηλος εἶναι μήτε τοῖσι Ἕλλησι μήτε τοῖσι ἑωυτοῦ , ἐς τὴν Σαλαμῖνα χῶμα ἐπειρᾶτο διαχοῦν , γαύλους τε Φοινικηίους συνέδεε ἵνα ἀντί τε σχεδίης ἔωσι καὶ τείχεος , ἀρτέετό τε ἐς πόλεμον ὡς ναυμαχίην ἄλλην ποιησόμενος . Ὁρῶντες δέ μιν πάντες οἱ ἄλλοι ταῦτα πρήσσοντα εὖ ἠπιστέατο ὡς ἐκ παντὸς νόου παρεσκεύασται μένων πολεμήσειν · Μαρδόνιον δ’ οὐδὲν τούτων ἐλάνθανε ὡς μάλιστα ἔμπειρον ἐόντα τῆς ἐκείνου διανοίης .
8.98 Ταῦτά τε ἅμα Ξέρξης ἐποίεε καὶ ἔπεμπε ἐς Πέρσας ἄγγελον ἀγγελέοντα τὴν παρεοῦσάν σφι συμφορήν . Τούτων δὲ τῶν ἀγγέλων ἔστι οὐδὲν τι θᾶσσον παραγίνεται θνητὸν ἐόν · οὕτω τοῖσι Πέρσῃσι ἐξεύρηται τοῦτο . Λέγουσι γὰρ ὡς ὁσέων ἂν ἡμερέων πᾶσα ὁδός , τοσοῦτοι ἵπποι τε καὶ ἄνδρες διεστᾶσι , κατὰ ἡμερησίην ὁδὸν ἑκάστην ἵππος τε καὶ ἀνὴρ τεταγμένος · τοὺς οὔτε νιφετός , οὐκ ὄμβρος , οὐ καῦμα , οὐ νὺξ ἔργει μὴ οὐ κατανύσαι τὸν προκείμενον αὐτῷ δρόμον τὴν ταχίστην . μὲν δὴ πρῶτος δραμὼν παραδιδοῖ τὰ ἐντεταλμένα τῷ δευτέρῳ , δὲ δεύτερος τῷ τρίτῳ · τὸ δὲ ἐνθεῦτεν ἤδη κατ’ ἄλλον καὶ ἄλλον διεξέρχεται παραδιδόμενα , κατά περ παρ’ Ἕλλησι . . . . . λαμπαδηφορίη τὴν τῷ Ἡφαίστῳ ἐπιτελέουσι .