8.95 Ἀριστείδης δὲ Λυσιμάχου , ἀνὴρ Ἀθηναῖος , τοῦ καὶ ὀλίγῳ τι πρότερον τούτων ἐπεμνήσθην ὡς ἀνδρὸς ἀρίστου , οὗτος ἐν τῷ θορύβῳ τούτῳ τῷ περὶ Σαλαμῖνα γινομένῳ τάδε ἐποίεε · παραλαβὼν πολλοὺς τῶν ὁπλιτέων οἳ παρετετάχατο παρὰ τὴν ἀκτὴν τῆς Σαλαμινίης χώρης , γένος ἐόντες Ἀθηναῖοι , ἐς τὴν Ψυττάλειαν νῆσον ἀπέβησε ἄγων , οἳ τοὺς Πέρσας τοὺς ἐν τῇ νησῖδι ταύτῃ κατεφόνευσαν πάντας .
8.96 Ὡς δὲ ναυμαχίη διελέλυτο , κατειρύσαντες ἐς τὴν Σαλαμῖνα οἱ Ἕλληνες τῶν ναυηγίων ὅσα ταύτῃ ἐτύγχανε ἔτι ἐόντα , ἕτοιμοι ἦσαν ἐς ἄλλην ναυμαχίην , ἐλπίζοντες τῇσι περιεούσῃσι νηυσὶ ἔτι χρήσεσθαι βασιλέα . Τῶν δὲ ναυηγίων πολλὰ ὑπολαβὼν ἄνεμος ζέφυρος ἐξέφερε τῆς Ἀττικῆς ἐπὶ τὴν ἠιόνα τὴν καλεομένην Κωλιάδα , ὥστε ἀποπεπλῆσθαι τὸν χρησμὸν τόν τε ἄλλον πάντα τὸν περὶ τῆς ναυμαχίης ταύτης εἰρημένον Βάκιδι καὶ Μουσαίῳ καὶ δὴ καὶ κατὰ τὰ ναυήγια τὰ ταύτῃ ἐξενειχθέντα τὸ εἰρημένον πολλοῖσι ἔτεσι πρότερον τούτων ἐν χρησμῷ Λυσιστράτῳ Ἀθηναίῳ ἀνδρὶ χρησμολόγῳ , τὸ ἐλελήθεε πάντας τοὺς Ἕλληνας · ʹ Κωλιάδες δὲ γυναῖκες ἐρετμοῖσι φρύξουσι . ʹ Τοῦτο δὲ ἔμελλε ἀπελάσαντος βασιλέος ἔσεσθαι .