8.94 Ἀδείμαντον δὲ τὸν Κορίνθιον στρατηγὸν λέγουσι Ἀθηναῖοι αὐτίκα κατ’ ἀρχὰς ὡς συνέμισγον αἱ νέες , ἐκπλαγέντα τε καὶ ὑπερδείσαντα , τὰ ἱστία ἀράμενον οἴχεσθαι φεύγοντα , ἰδόντας δὲ τοὺς Κορινθίους τὴν στρατηγίδα φεύγουσαν ὡσαύτως οἴχεσθαι . Ὡς δὲ ἄρα φεύγοντας γίνεσθαι τῆς Σαλαμινίης κατὰ τὸ ἱρὸν Ἀθηναίης Σκιράδος , περιπίπτειν σφι κέλητα θείῃ πομπῇ , τὸν οὔτε πέμψαντα φανῆναι οὐδένα , οὔτε τι τῶν ἀπὸ τῆς στρατιῆς εἰδόσι προσφέρεσθαι τοῖσι Κορινθίοισι . Τῇδε δὲ συμβάλλονται εἶναι θεῖον τὸ πρῆγμα · ὡς γὰρ ἀγχοῦ γενέσθαι τῶν νεῶν , τοὺς ἀπὸ τοῦ κέλητος λέγειν τάδε · ʹ Ἀδείμαντε , σὺ ʹ μὲν ἀποστρέψας τὰς νέας ἐς φυγὴν ὅρμησαι καταπροδοὺς ʹ τοὺς Ἕλληνας · οἱ δὲ καὶ δὴ νικῶσι ὅσον αὐτοὶ ἠρῶντο ʹ ἐπικρατῆσαι τῶν ἐχθρῶν . ʹ Ταῦτα δὲ λεγόντων ἀπιστέειν γὰρ τὸν Ἀδείμαντον , αὖτις τάδε λέγειν , ὡς αὐτοὶ οἷοί τε εἶεν ἀγόμενοι ὅμηροι ἀποθνῄσκειν ἢν μὴ νικῶντες φαίνωνται οἱ Ἕλληνες . Οὕτω δὴ ἀποστρέψαντα τὴν νέα αὐτόν τε καὶ τοὺς ἄλλους ἐπ’ ἐξεργασμένοισι ἐλθεῖν ἐς τὸ στρατόπεδον . Τούτους μὲν τοιαύτη φάτις ἔχει ὑπὸ Ἀθηναίων · οὐ μέντοι αὐτοί γε Κορίνθιοι ὁμολογέουσι , ἀλλ’ ἐν πρώτοισι σφέας αὐτοὺς τῆς ναυμαχίης νομίζουσι γενέσθαι · μαρτυρέει δέ σφι καὶ ἄλλη Ἑλλάς .