8.93 Ἐν δὲ τῇ ναυμαχίῃ ταύτῃ ἤκουσαν Ἑλλήνων ἄριστα Αἰγινῆται , ἐπὶ δὲ Ἀθηναῖοι · ἀνδρῶν δὲ Πολύκριτός τε Αἰγινήτης καὶ Ἀθηναῖοι Εὐμένης τε Ἀναγυράσιος καὶ Ἀμεινίης Παλληνεύς , ὃς καὶ Ἀρτεμισίην ἐπεδίωξε . Εἰ μέν νυν ἔμαθε ὅτι ἐν ταύτῃ πλέοι Ἀρτεμισίη , οὐκ ἂν ἐπαύσατο πρότερον εἷλέ μιν καὶ αὐτὸς ἥλω . Τοῖσι γὰρ Ἀθηναίων τριηράρχοισι παρεκεκέλευστο , πρὸς δὲ καὶ ἄεθλον ἔκειτο μύριαι δραχμαί , ὃς ἄν μιν ζωὴν ἕλῃ · δεινὸν γάρ τι ἐποιεῦντο γυναῖκα ἐπὶ τὰς Ἀθήνας στρατεύεσθαι . Αὕτη μὲν δή , ὡς πρότερον εἴρηται , διέφυγε · ἦσαν δὲ καὶ οἱ ἄλλοι τῶν αἱ νέες περιεγεγόνεσαν ἐν τῷ Φαλήρῳ .