8.91 Οἱ μὲν δὴ πρὸς τοὺς Φοίνικας ἐτράποντο . . . . . Τῶν δὲ βαρβάρων ἐς φυγὴν τρεπομένων καὶ ἐκπλεόντων πρὸς τὸ Φάληρον Αἰγινῆται ὑποστάντες ἐν τῷ πορθμῷ ἔργα ἀπεδέξαντο λόγου ἄξια . Οἱ μὲν γὰρ Ἀθηναῖοι ἐν τῷ θορύβῳ ἐκεράϊζον τάς τε ἀντισταμένας καὶ τὰς φευγούσας τῶν νεῶν , οἱ δὲ Αἰγινῆται τὰς ἐκπλεούσας · ὅκως δέ τινες τοὺς Ἀθηναίους διαφύγοιεν , φερόμενοι ἐσέπιπτον ἐς τοὺς Αἰγινήτας .
8.92 Ἐνθαῦτα συνεκύρεον νέες τε Θεμιστοκλέος διώκουσα νέα , καὶ Πολυκρίτου τοῦ Κριοῦ ἀνδρὸς Αἰγινήτεω νηὶ ἐμβαλοῦσα Σιδωνίῃ , περ εἷλε τὴν προφυλάσσουσαν ἐπὶ Σκιάθῳ τὴν Αἰγιναίην , ἐπ’ ἧς ἔπλεε Πυθέης Ἰσχενόου , τὸν οἱ Πέρσαι κατακοπέντα ἀρετῆς εἵνεκα εἶχον ἐν τῇ νηὶ ἐκπαγλεόμενοι · τὸν δὴ περιάγουσα ἅμα τοῖσι Πέρσῃσι ἥλω νηῦς Σιδωνίη , ὥστε Πυθέην οὕτω σωθῆναι ἐς Αἴγιναν . Ὡς δὲ ἐσεῖδε τὴν νέα τὴν Ἀττικὴν Πολύκριτος , ἔγνω τὸ σημήιον ἰδὼν τῆς στρατηγίδος , καὶ βώσας τὸν Θεμιστοκλέα ἐπεκερτόμησε ἐς τῶν Αἰγινητέων τὸν μηδισμὸν ὀνειδίζων · ταῦτα μέν νυν νηὶ ἐμβαλὼν Πολύκριτος , ἀπέρριψε ἐς Θεμιστοκλέα . Οἱ δὲ βάρβαροι τῶν αἱ νέες περιεγένοντο φεύγοντες ἀπίκοντο ἐς Φάληρον ὑπὸ τὸν πεζὸν στρατόν .