8.90 Ἐγένετο δὲ καὶ τόδε ἐν τῷ θορύβῳ τούτῳ · τῶν τινες Φοινίκων , τῶν αἱ νέες διεφθάρατο , ἐλθόντες παρὰ βασιλέα διέβαλλον τοὺς Ἴωνας , ὡς δι’ ἐκείνους ἀπολοίατο αἱ νέες , ὡς προδόντων . Συνήνεικε ὦν οὕτω ὥστε Ἰώνων τε τοὺς στρατηγοὺς μὴ ἀπολέσθαι Φοινίκων τε τοὺς διαβάλλοντας λαβεῖν τοιόνδε μισθόν · ἔτι τούτων ταῦτα λεγόντων ἐνέβαλε νηὶ Ἀττικῇ Σαμοθρηικίη νηῦς · τε δὴ Ἀττικὴ κατεδύετο καὶ ἐπιφερομένη Αἰγιναίη νηῦς κατέδυσε τῶν Σαμοθρηίκων τὴν νέα · ἅτε δὲ ἐόντες ἀκοντισταὶ οἱ Σαμοθρήικες τοὺς ἐπιβάτας ἀπὸ τῆς καταδυσάσης νεὸς βάλλοντες ἀπήραξαν καὶ ἐπέβησάν τε καὶ ἔσχον αὐτήν . Ταῦτα γενόμενα τοὺς Ἴωνας ἐρρύσατο · ὡς γὰρ εἶδέ σφεας Ξέρξης ἔργον μέγα ἐργασαμένους , ἐτράπετο πρὸς τοὺς Φοίνικας οἷα ὑπερλυπεόμενός τε καὶ πάντας αἰτιώμενος , καί σφεων ἐκέλευσε τὰς κεφαλὰς ἀποταμεῖν , ἵνα μὴ αὐτοὶ κακοὶ γενόμενοι τοὺς ἀμείνονας διαβάλλωσι . Ὅκως γάρ τινα ἴδοι Ξέρξης τῶν ἑωυτοῦ ἔργον τι ἀποδεικνύμενον ἐν τῇ ναυμαχίῃ , κατήμενος ὑπὸ τῷ ὄρεϊ τῷ ἀντίον Σαλαμῖνος τὸ καλέεται Αἰγάλεως , ἀνεπυνθάνετο τὸν ποιήσαντα , καὶ οἱ γραμματισταὶ ἀνέγραφον πατρόθεν τὸν τριήραρχον καὶ τὴν πόλιν . Πρὸς δέ τι καὶ προσελάβετο φίλος Ἰώνων ἐὼν Ἀριαράμνης ἀνὴρ Πέρσης παρεὼν τούτου τοῦ Φοινικηίου πάθεος .