8.89 Ἐν δὲ τῷ πόνῳ τούτῳ ἀπὸ μὲν ἔθανε στρατηγὸς Ἀριαβίγνης Δαρείου , Ξέρξεω ἐὼν ἀδελφεός , ἀπὸ δὲ ἄλλοι πολλοί τε καὶ ὀνομαστοὶ Περσέων καὶ Μήδων καὶ τῶν ἄλλων συμμάχων , ὀλίγοι δέ τινες καὶ Ἑλλήνων · ἅτε γὰρ νέειν ἐπιστάμενοι , τοῖσι αἱ νέες διεφθείροντο , οἱ μὴ ἐν χειρῶν νόμῳ ἀπολλύμενοι ἐς τὴν Σαλαμῖνα διένεον · τῶν δὲ βαρβάρων οἱ πολλοὶ ἐν τῇ θαλάσσῃ διεφθάρησαν , νέειν οὐκ ἐπιστάμενοι . Ἐπεὶ δὲ αἱ πρῶται ἐς φυγὴν ἐτράποντο , ἐνθαῦτα αἱ πλεῖσται διεφθείροντο · οἱ γὰρ ὄπισθε τεταγμένοι , ἐς τὸ πρόσθε τῇσι νηυσὶ παριέναι πειρώμενοι ὡς ἀποδεξόμενοί τι καὶ αὐτοὶ ἔργον βασιλέϊ , τῇσι σφετέρῃσι νηυσὶ φευγούσῃσι περιέπιπτον .