8.88 Τοῦτο μὲν τοιοῦτο αὐτῇ συνήνεικε γενέσθαι , διαφυγεῖν τε καὶ μὴ ἀπολέσθαι , τοῦτο δὲ συνέβη ὥστε κακὸν ἐργασαμένην ἀπὸ τούτων αὐτὴν μάλιστα εὐδοκιμῆσαι παρὰ Ξέρξῃ . Λέγεται γὰρ βασιλέα θηεύμενον μαθεῖν τὴν νέα ἐμβάλλουσαν , καὶ δή τινα εἰπεῖν τῶν παρεόντων · ʹ Δέσποτα , ὁρᾷς Ἀρτεμισίην ʹ ὡς εὖ ἀγωνίζεται καὶ νέα τῶν πολεμίων κατέδυσε ; ʹ καὶ τὸν ἐπειρέσθαι εἰ ἀληθέως ἐστὶ Ἀρτεμισίης τὸ ἔργον , καὶ τοὺς φάναι , σαφέως τὸ ἐπίσημον τῆς νεὸς ἐπισταμένους · τὴν δὲ διαφθαρεῖσαν ἠπιστέατο εἶναι πολεμίην . Τά τε γὰρ ἄλλα , ὡς εἴρηται , αὐτῇ συνήνεικε ἐς εὐτυχίην γενόμενα καὶ τὸ τῶν ἐκ τῆς Καλυνδικῆς νεὸς μηδένα ἀποσωθέντα κατήγορον γενέσθαι . Ξέρξην δὲ εἰπεῖν λέγεται πρὸς τὰ φραζόμενα · ʹ Οἱ μὲν ἄνδρες γεγόνασί μοι γυναῖκες , αἱ δὲ ʹ γυναῖκες ἄνδρες . ʹ Ταῦτα μὲν Ξέρξην φασὶ εἰπεῖν . ʹ