8.87 Κατὰ μὲν δὴ τοὺς ἄλλους οὐκ ἔχω μετεξετέρους εἰπεῖν ἀτρεκέως ὡς ἕκαστοι τῶν βαρβάρων τῶν Ἑλλήνων ἠγωνίζοντο κατὰ δὲ Ἀρτεμισίην τάδε ἐγένετο , ἀπ’ ὧν εὐδοκίμησε μᾶλλον ἔτι παρὰ βασιλέϊ . Ἐπειδὴ γὰρ ἐς θόρυβον πολλὸν ἀπίκετο τὰ βασιλέος πρήγματα , ἐν τούτῳ τῷ καιρῷ νηῦς Ἀρτεμισίης ἐδιώκετο ὑπὸ νεὸς Ἀττικῆς · καὶ οὐκ ἔχουσα διαφυγεῖν ἔμπροσθε γὰρ αὐτῆς ἦσαν ἄλλαι νέες φίλιαι , δὲ αὐτῆς πρὸς τῶν πολεμίων μάλιστα ἐτύγχανε ἐοῦσα , ἔδοξέ οἱ τόδε ποιῆσαι , τὸ καὶ συνήνεικε ποιησάσῃ · διωκομένη γὰρ ὑπὸ τῆς Ἀττικῆς φέρουσα ἐνέβαλε νηὶ φιλίῃ ἀνδρῶν τε Καλυνδέων καὶ αὐτοῦ ἐπιπλέοντος τοῦ Καλυνδέων βασιλέος Δαμασιθύμου . Εἰ μὲν καί τι νεῖκος πρὸς αὐτόν οἱ ἐγεγόνεε ἔτι περὶ Ἑλλήσποντον ἐόντων , οὐ μέντοι ἔχω γε εἰπεῖν , οὔτε εἰ ἐκ προνοίης αὐτὰ ἐποίησε , οὔτε εἰ συνεκύρησε τῶν Καλυνδέων κατὰ τύχην παραπεσοῦσα νηῦς . Ὡς δὲ ἐνέβαλέ τε καὶ κατέδυσε , εὐτυχίῃ χρησαμένη διπλὰ ἑωυτὴν ἀγαθὰ ἐργάσατο · τε γὰρ τῆς Ἀττικῆς νεὸς τριήραρχος ὡς εἶδέ μιν ἐμβάλλουσαν νηὶ ἀνδρῶν βαρβάρων , νομίσας τὴν νέα τὴν Ἀρτεμισίης Ἑλληνίδα εἶναι αὐτομολέειν ἐκ τῶν βαρβάρων καὶ αὐτοῖσι ἀμύνειν , ἀποστρέψας πρὸς ἄλλας ἐτράπετο .