8.86 Περὶ μέν νυν τούτους οὕτω εἶχε . Τὸ δὲ πλῆθος τῶν νεῶν ἐν τῇ Σαλαμῖνι ἐκεραΐζετο , αἱ μὲν ὑπ’ Ἀθηναίων διαφθειρόμεναι , αἱ δὲ ὑπ’ Αἰγινητέων ἅτε γὰρ τῶν μὲν Ἑλλήνων σὺν κόσμῳ ναυμαχεόντων καὶ κατὰ τάξιν , τῶν δὲ βαρβάρων οὔτε τεταγμένων ἔτι οὔτε σὺν νόῳ ποιεύντων οὐδέν , ἔμελλε τοιοῦτό σφι συνοίσεσθαι οἷόν περ ἀπέβη . Καίτοι ἦσάν γε καὶ ἐγένοντο ταύτην τὴν ἡμέρην μακρῷ ἀμείνονες αὐτοὶ ἑωυτῶν πρὸς Εὐβοίῃ , πᾶς τις προθυμεόμενος καὶ δειμαίνων Ξέρξην , ἐδόκεέ τε ἕκαστος ἑωυτὸν θεήσασθαι βασιλέα .