8.84 Οἱ μὲν δὴ ἄλλοι Ἕλληνες ἐπὶ πρύμνην ἀνεκρούοντο καὶ ὤκελλον τὰς νέας , Ἀμεινίης δὲ Παλληνεὺς ἀνὴρ Ἀθηναῖος ἐξαναχθεὶς νηὶ ἐμβάλλει · συμπλεκείσης δὲ τῆς νεὸς καὶ οὐ δυναμένων ἀπαλλαγῆναι , οὕτω δὴ οἱ ἄλλοι Ἀμεινίῃ βοηθέοντες συνέμισγον . Ἀθηναῖοι μὲν οὕτω λέγουσι τῆς ναυμαχίης γενέσθαι τὴν ἀρχήν , Αἰγινῆται δὲ τὴν κατὰ τοὺς Αἰακίδας ἀποδημήσασαν ἐς Αἴγιναν , ταύτην εἶναι τὴν ἄρξασαν . Λέγεται δὲ καὶ τάδε , ὡς φάσμα σφι γυναικὸς ἐφάνη , φανεῖσαν δὲ διακελεύσασθαι ὥστε καὶ ἅπαν ἀκοῦσαι τὸ τῶν Ἑλλήνων στρατόπεδον , ὀνειδίσασαν πρότερον τάδε · ʹ δαιμόνιοι , μέχρι κόσου ἔτι πρύμνην ἀνακρούσεσθε ; ʹ
8.85 Κατὰ μὲν δὴ Ἀθηναίους ἐτετάχατο Φοίνικες οὗτοι γὰρ εἶχον τὸ πρὸς Ἐλευσῖνός τε καὶ ἑσπέρης κέρας , κατὰ δὲ Λακεδαιμονίους Ἴωνες · οὗτοι δ’ εἶχον τὸ πρὸς τὴν ἠῶ τε καὶ τὸν Πειραιέα . Ἐθελοκάκεον μέντοι αὐτῶν κατὰ τὰς Θεμιστοκλέος ἐντολὰς ὀλίγοι , οἱ δὲ πλέονες οὔ . Ἔχω μέν νυν συχνῶν οὐνόματα τριηράρχων καταλέξαι τῶν νέας Ἑλληνίδας ἑλόντων , χρήσομαι δὲ αὐτοῖσι οὐδὲν πλὴν Θεομήστορός τε τοῦ Ἀνδροδάμαντος καὶ Φυλάκου τοῦ Ἱστιαίου , Σαμίων ἀμφοτέρων . Τοῦδε δὲ εἵνεκα μέμνημαι τούτων μούνων , ὅτι Θεομήστωρ μὲν διὰ τοῦτο τὸ ἔργον Σάμου ἐτυράννευσε καταστησάντων τῶν Περσέων , Φύλακος δὲ εὐεργέτης βασιλέος ἀνεγράφη καὶ χώρῃ ἐδωρήθη πολλῇ . Οἱ δ’ εὐεργέται βασιλέος ὀροσάγγαι καλέονται Περσιστί .