8.82 Ἀπιστεόντων δὲ τούτων ἧκε τριήρης ἀνδρῶν Τηνίων αὐτομολέουσα , τῆς ἦρχε ἀνήρ . . . . . Παναίτιος Σωσιμένεος , περ δὴ ἔφερε τὴν ἀληθείην πᾶσαν . Διὰ δὲ τοῦτο τὸ ἔργον ἐνεγράφησαν Τήνιοι ἐν Δελφοῖσι ἐς τὸν τρίποδα ἐν τοῖσι τὸν βάρβαρον κατελοῦσι . Σύν τε ὦν ταύτῃ τῇ νηὶ τῇ αὐτομολησάσῃ ἐς Σαλαμῖνα καὶ τῇ πρότερον ἐπ’ Ἀρτεμίσιον τῇ Λημνίῃ ἐξεπληροῦτο τὸ ναυτικὸν τοῖσι Ἕλλησι ἐς τὰς ὀγδώκοντα καὶ τριηκοσίας νέας · δύο γὰρ δὴ νεῶν τότε κατέδεε ἐς τὸν ἀριθμόν .
8.83 Τοῖσι δὲ Ἕλλησι ὡς πιστὰ δὴ τὰ λεγόμενα ἦν τῶν Τηνίων ῥήματα , παρεσκευάζοντο ὡς ναυμαχήσοντες . Ἠώς τε δὴ διέφαινε καὶ οἳ σύλλογον τῶν ἐπιβατέων ποιησάμενοι . . . · προηγόρευε εὖ ἔχοντα μὲν ἐκ πάντων Θεμιστοκλέης · τὰ δὲ ἔπεα ἦν πάντα τὰ κρέσσω τοῖσι ἥσσοσι ἀντιτιθέμενα , ὅσα δὴ ἐν ἀνθρώπου φύσι καὶ καταστάσι ἐγγίνεται · παραινέσας δὲ τούτων τὰ κρέσσω αἱρέεσθαι καὶ καταπλέξας τὴν ῥῆσιν , ἐσβαίνειν ἐκέλευσε ἐς τὰς νέας . Καὶ οὗτοί τε δὴ ἐσέβαινον , καὶ ἧκε ἀπ’ Αἰγίνης τριήρης , κατὰ τοὺς Αἰακίδας ἀπεδήμησε . Ἐνθαῦτα ἀνῆγον τὰς νέας ἁπάσας οἱ Ἕλληνες , ἀναγομένοισι δέ σφι αὐτίκα ἐπεκέατο οἱ βάρβαροι .