8.80 δ’ ἀμείβετο τοῖσδε · ʹ Κάρτα τε χρηστὰ διακελεύεαι καὶ εὖ ἤγγειλας · ʹ τὰ γὰρ ἐγὼ ἐδεόμην γενέσθαι , αὐτὸς αὐτόπτης γενόμενος ʹ ἥκεις . Ἴσθι γὰρ ἐξ ἐμέο ποιεύμενα τὰ ποιεύμενα ὑπὸ ʹ Μήδων . Ἔδεε γάρ , ὅτε οὐκ ἑκόντες ἤθελον ἐς μάχην ʹ κατίστασθαι οἱ Ἕλληνες , ἀέκοντας παραστήσασθαι . Σὺ ʹ δέ , ἐπεί περ ἥκεις χρηστὰ ἀπαγγέλλων , αὐτός σφι ἄγγει ʹ λον . Ἢν γὰρ ἐγὼ αὐτὰ λέγω , δόξω πλάσας λέγειν καὶ οὐ ʹ πείσω ὡς οὐ ποιεύντων τῶν βαρβάρων ταῦτα · ἀλλά σφι ʹ σήμηνον αὐτὸς παρελθὼν ὡς ἔχει . Ἐπεὰν δὲ σημήνῃς , ʹ ἢν μὲν πείθωνται , ταῦτα δὴ τὰ κάλλιστα · ἢν δὲ αὐτοῖσι ʹ μὴ πιστὰ γένηται , ὅμοιον ἡμῖν ἔσται · οὐ γὰρ ἔτι διαδρή ʹ σονται , εἴ περ περιεχόμεθα πανταχόθεν , ὡς σὺ λέγεις . ʹ
8.81 Ταῦτα ἔλεγε παρελθὼν Ἀριστείδης , φάμενος ἐξ Αἰγίνης τε ἥκειν καὶ μόγις διεκπλῶσαι λαθὼν τοὺς ἐπορμέοντας · περιέχεσθαι γὰρ πᾶν τὸ στρατόπεδον τὸ Ἑλληνικὸν ὑπὸ τῶν νεῶν τῶν Ξέρξεω · παραρτέεσθαί τε συνεβούλευε ὡς ἀλεξησομένους . Καὶ μὲν ταῦτα εἴπας μετεστήκεε , τῶν δὲ αὖτις ἐγίνετο λόγων ἀμφισβασίη · οἱ γὰρ πλέονες τῶν στρατηγῶν οὐκ ἐπείθοντο τὰ ἐσαγγελθέντα .