8.79 Συνεστηκότων δὲ τῶν στρατηγῶν , ἐξ Αἰγίνης διέβη Ἀριστείδης Λυσιμάχου , ἀνὴρ Ἀθηναῖος μέν , ἐξωστρακισμένος δὲ ὑπὸ τοῦ δήμου , τὸν ἐγὼ νενόμικα , πυνθανόμενος αὐτοῦ τὸν τρόπον , ἄριστον ἄνδρα γενέσθαι ἐν Ἀθήνῃσι καὶ δικαιότατον . Οὗτος ὡνὴρ στὰς ἐπὶ τὸ συνέδριον ἐξεκαλέετο Θεμιστοκλέα , ἐόντα μὲν ἑωυτῷ οὐ φίλον , ἐχθρὸν δὲ τὰ μάλιστα · ὑπὸ δὲ μεγάθεος τῶν παρεόντων κακῶν λήθην ἐκείνων ποιεύμενος ἐξεκαλέετο , θέλων αὐτῷ συμμεῖξαι . Προακηκόεε δὲ ὅτι σπεύδοιεν οἱ ἀπὸ Πελοποννήσου ἀνάγειν τὰς νέας πρὸς τὸν Ἰσθμόν . Ὡς δὲ ἐξῆλθέ οἱ Θεμιστοκλέης , ἔλεγε Ἀριστείδης τάδε · ʹ Ἡμέας στασιάζειν χρεόν ἐστι εἰ ἐν τε τεῷ ἄλλῳ καιρῷ ʹ καὶ δὴ καὶ ἐν τῷδε περὶ τοῦ ὁκότερος ἡμέων πλέω ἀγαθὰ τὴν ʹ πατρίδα ἐργάσεται . Λέγω δέ τοι ὅτι ἴσον ἐστὶ πολλά τε ʹ καὶ ὀλίγα λέγειν περὶ ἀποπλόου τοῦ ἐνθεῦτεν Πελοπον ʹ νησίοισι . Ἐγὼ γὰρ αὐτόπτης τοι λέγω γενόμενος ὅτι νῦν ʹ οὐδ’ ἢν θέλωσι Κορίνθιοί τε καὶ αὐτὸς Εὐρυβιάδης οἷοί ʹ τε ἔσονται ἐκπλῶσαι · περιεχόμεθα γὰρ ὑπὸ τῶν πολεμίων ʹ κύκλῳ . Ἀλλ’ ἐσελθών σφι ταῦτα σήμηνον . ʹ