8.77 Χρησμοῖσι δὲ οὐκ ἔχω ἀντιλέγειν ὡς οὐκ εἰσὶ ἀληθέες , οὐ βουλόμενος ἐναργέως λέγοντας πειρᾶσθαι καταβάλλειν , ἐς τοιάδε ῥήματα ἐσβλέψας · ʹ Ἀλλ’ ὅταν Ἀρτέμιδος χρυσαόρου ἱερὸν ἀκτὴν ʹ νηυσὶ γεφυρώσωσι καὶ εἰναλίην Κυνόσουραν , ʹ ἐλπίδι μαινομένῃ λιπαρὰς πέρσαντες Ἀθήνας , ʹ δῖα Δίκη σβέσσει κρατερὸν Κόρον , Ὕβριος υἱόν , ʹ δεινὸν μαιμώοντα , δοκεῦντ’ ἅμα πάντα πίεσθαι . ʹ Χαλκὸς γὰρ χαλκῷ συμμίξεται , αἵματι δ’ Ἄρης ʹ πόντον φοινίξει . Τότ’ ἐλεύθερον Ἑλλάδος ἦμαρ ʹ εὐρύοπα Κρονίδης ἐπάγει καὶ πότνια Νίκη . ʹ Ἐς τοιαῦτα μὲν καὶ οὕτω ἐναργέως λέγοντι Βάκιδι ἀντιλογίας χρησμῶν πέρι οὔτε αὐτὸς λέγειν τολμέω οὔτε παρ’ ἄλλων ἐνδέκομαι .
8.78 Τῶν δὲ ἐν Σαλαμῖνι στρατηγῶν ἐγίνετο ὠθισμὸς λόγων πολλός . Ἤιδεσαν δὲ οὔκω ὅτι σφέας περιεκυκλοῦντο τῇσι νηυσὶ οἱ βάρβαροι , ἀλλ’ ὥσπερ τῆς ἡμέρης ὥρων αὐτοὺς τεταγμένους ἐδόκεον κατὰ χώρην εἶναι .