8.76 μὲν ταῦτά σφι σημήνας ἐκποδὼν ἀπαλλάσσετο . Τοῖσι δὲ ὡς πιστὰ ἐγίνετο τὰ ἀγγελθέντα , τοῦτο μὲν ἐς τὴν νησῖδα τὴν Ψυττάλειαν , μεταξὺ Σαλαμῖνός τε κειμένην καὶ τῆς ἠπείρου , πολλοὺς τῶν Περσέων ἀπεβίβασαν · τοῦτο δέ , ἐπειδὴ ἐγίνοντο μέσαι νύκτες , ἀνῆγον μὲν τὸ ἀπ’ ἑσπέρης κέρας κυκλούμενοι πρὸς τὴν Σαλαμῖνα , ἀνῆγον δὲ οἱ ἀμφὶ τὴν Κέον τε καὶ τὴν Κυνόσουραν τεταγμένοι , κατεῖχόν τε μέχρι Μουνιχίης πάντα τὸν πορθμὸν τῇσι νηυσί . Τῶνδε δὲ εἵνεκα ἀνῆγον τὰς νέας , ἵνα δὴ τοῖσι Ἕλλησι μηδὲ φυγεῖν ἐξῇ , ἀλλ’ ἀπολαμφθέντες ἐν τῇ Σαλαμῖνι δοῖεν τίσιν τῶν ἐπ’ Ἀρτεμισίῳ ἀγωνισμάτων . Ἐς δὲ τὴν νησῖδα τὴν Ψυττάλειαν καλεομένην ἀπεβίβαζον τῶν Περσέων τῶνδε εἵνεκα , ὡς ἐπεὰν γένηται ναυμαχίη , ἐνθαῦτα μάλιστα ἐξοισομένων τῶν τε ἀνδρῶν καὶ τῶν ναυηγίων ἐν γὰρ δὴ πόρῳ τῆς ναυμαχίης τῆς μελλούσης ἔσεσθαι ἔκειτο νῆσος , ἵνα τοὺς μὲν περιποιέωσι , τοὺς δὲ διαφθείρωσι . Ἐποίευν δὲ σιγῇ ταῦτα , ὡς μὴ πυνθανοίατο οἱ ἐναντίοι . Οἱ μὲν δὴ ταῦτα τῆς νυκτὸς οὐδὲν ἀποκοιμηθέντες παραρτέοντο . ʹ