8.75 Ἐνθαῦτα Θεμιστοκλέης ὡς ἑσσοῦτο τῇ γνώμῃ ὑπὸ τῶν Πελοποννησίων , λαθὼν ἐξέρχεται ἐκ τοῦ συνεδρίου , ἐξελθὼν δὲ πέμπει ἐς τὸ στρατόπεδον τὸ Μήδων ἄνδρα πλοίῳ , ἐντειλάμενος τὰ λέγειν χρεόν , τῷ οὔνομα μὲν ἦν Σίκιννος , οἰκέτης δὲ καὶ παιδαγωγὸς ἦν τῶν Θεμιστοκλέος παίδων · τὸν δὴ ὕστερον τούτων τῶν πρηγμάτων Θεμιστοκλέης Θεσπιέα τε ἐποίησε , ὡς ἐπεδέκοντο οἱ Θεσπιέες πολιήτας , καὶ χρήμασι ὄλβιον . Ὃς τότε πλοίῳ ἀπικόμενος ἔλεγε πρὸς τοὺς στρατηγοὺς τῶν βαρβάρων τάδε · ʹ Ἔπεμψέ με στρατηγὸς Ἀθηναίων λάθρῃ τῶν ʹ ἄλλων Ἑλλήνων τυγχάνει γὰρ φρονέων τὰ βασιλέος καὶ ʹ βουλόμενος μᾶλλον τὰ ὑμέτερα κατύπερθε γίνεσθαι τὰ ʹ τῶν Ἑλλήνων πρήγματα φράσοντα ὅτι οἱ Ἕλληνες ʹ δρησμὸν βουλεύονται καταρρωδηκότες , καὶ νῦν παρέχει ʹ κάλλιστον ὑμέας ἔργον ἁπάντων ἐξεργάσασθαι , ἢν μὴ ʹ περιίδητε διαδράντας αὐτούς . Οὔτε γὰρ ἀλλήλοισι ὁμο ʹ φρονέουσι οὔτ’ ἔτι ἀντιστήσονται ὑμῖν , πρὸς ἑωυτούς τέ ʹ σφεας ὄψεσθε ναυμαχέοντας , τούς τε τὰ ὑμέτερα φρονέ ʹ οντας καὶ τοὺς μή . ʹ