8.74 Οἱ μὲν δὴ ἐν τῷ Ἰσθμῷ τοιούτῳ πόνῳ συνέστασαν , ἅτε τὸν περὶ τοῦ παντὸς ἤδη δρόμον θέοντες καὶ τῇσι νηυσὶ οὐκ ἐλπίζοντες ἐλλάμψεσθαι . Οἱ δὲ ἐν Σαλαμῖνι Ἕλληνες ὅμως ταῦτα πυνθανόμενοι ἀρρώδεον , οὐκ οὕτω περὶ σφίσι αὐτοῖσι δειμαίνοντες ὡς περὶ τῇ Πελοποννήσῳ . Τέως μὲν δὴ αὐτῶν ἀνὴρ ἀνδρὶ παραστὰς σιγῇ λόγον ἐποιέετο , θῶμα ποιεύμενοι τὴν Εὐρυβιάδεω ἀβουλίην · τέλος δὲ ἐξερράγη ἐς τὸ μέσον . Σύλλογός τε δὴ ἐγίνετο καὶ πολλὰ ἐλέγετο περὶ τῶν αὐτῶν , οἱ μὲν ὡς ἐς τὴν Πελοπόννησον χρεὸν εἴη ἀποπλέειν καὶ περὶ ἐκείνης κινδυνεύειν , μηδὲ πρὸ χώρης δοριαλώτου μένοντας μάχεσθαι , Ἀθηναῖοι δὲ καὶ Αἰγινῆται καὶ Μεγαρέες αὐτοῦ μένοντας ἀμύνεσθαι .