8.72 Οἱ δὲ βοηθήσαντες ἐς τὸν Ἰσθμὸν πανδημεὶ οἵδε ἦσαν Ἑλλήνων · Λακεδαιμόνιοί τε καὶ Ἀρκάδες πάντες καὶ Ἠλεῖοι καὶ Κορίνθιοι καὶ Σικυώνιοι καὶ Ἐπιδαύριοι καὶ Φλειάσιοι καὶ Τροιζήνιοι καὶ Ἑρμιονέες . Οὗτοι μὲν ἦσαν οἱ βοηθήσαντες καὶ ὑπεραρρωδέοντες τῇ Ἑλλάδι κινδυνευούσῃ · τοῖσι δὲ ἄλλοισι Πελοποννησίοισι ἔμελε οὐδέν · Ὀλύμπια δὲ καὶ Κάρνεια παροιχώκεε ἤδη .
8.73 Οἰκέει δὲ τὴν Πελοπόννησον ἔθνεα ἑπτά . Τούτων δὲ τὰ μὲν δύο αὐτόχθονα ἐόντα κατὰ χώρην ἵδρυται νῦν τῇ καὶ τὸ πάλαι οἴκεον , Ἀρκάδες τε καὶ Κυνούριοι . Ἓν δὲ ἔθνος τὸ Ἀχαιϊκὸν ἐκ μὲν Πελοποννήσου οὐκ ἐξεχώρησε , ἐκ μέντοι τῆς ἑωυτῶν , οἰκέει δὲ τὴν ἀλλοτρίην . Τὰ δὲ λοιπὰ ἔθνεα τῶν ἑπτὰ τέσσερα ἐπήλυδά ἐστι , Δωριέες τε καὶ Αἰτωλοὶ καὶ Δρύοπες καὶ Λήμνιοι . Δωριέων μὲν πολλαί τε καὶ δόκιμοι πόλιες , Αἰτωλῶν δὲ Ἦλις μούνη , Δρυόπων δὲ Ἑρμιών τε καὶ Ἀσίνη πρὸς Καρδαμύλῃ τῇ Λακωνικῇ , Λημνίων δὲ Παρωρεῆται πάντες . Οἱ δὲ Κυνούριοι αὐτόχθονες ἐόντες δοκέουσι μοῦνοι εἶναι Ἴωνες , ἐκδεδωρίωνται δὲ ὑπό τε Ἀργείων ἀρχόμενοι καὶ τοῦ χρόνου παριόντος , ἐόντες Θυρεῆται καὶ οἱ περίοικοι . Τούτων ὦν τῶν ἑπτὰ ἐθνέων αἱ λοιπαὶ πόλιες , πάρεξ τῶν κατέλεξα , ἐκ τοῦ μέσου κατέατο · εἰ δὲ ἐλευθέρως ἔξεστι εἰπεῖν , ἐκ τοῦ μέσου κατήμενοι ἐμήδιζον .