8.70 Ἐπειδὴ δὲ παρηγγέλθη ἀναπλέειν , ἀνῆγον τὰς νέας ἐπὶ τὴν Σαλαμῖνα , καὶ παρεκρίθησαν διαταχθέντες κατ’ ἡσυχίην . Τότε μέν νυν οὐκ ἐξέχρησέ σφι ἡμέρη ναυμαχίην ποιήσασθαι · νὺξ γὰρ ἐπεγένετο · οἱ δὲ παρεσκευάζοντο ἐς τὴν ὑστεραίην . Τοὺς δὲ Ἕλληνας εἶχε δέος τε καὶ ἀρρωδίη , οὐκ ἥκιστα δὲ τοὺς ἀπὸ Πελοποννήσου · ἀρρώδεον δὲ , ὅτι αὐτοὶ μὲν ἐν Σαλαμῖνι κατήμενοι ὑπὲρ γῆς τῆς Ἀθηναίων ναυμαχέειν μέλλοιεν , νικηθέντες τε ἐν νήσῳ ἀπολαμφθέντες πολιορκήσονται , ἀπέντες τὴν ἑωυτῶν ἀφύλακτον · τῶν δὲ βαρβάρων πεζὸς ὑπὸ τὴν παρεοῦσαν νύκτα ἐπορεύετο ἐπὶ τὴν Πελοπόννησον .
8.71 Καίτοι τὰ δυνατὰ πάντα ἐμεμηχάνητο ὅκως κατ’ ἤπειρον μὴ ἐσβάλοιεν οἱ βάρβαροι . Ὡς γὰρ ἐπύθοντο τάχιστα Πελοποννήσιοι τοὺς ἀμφὶ Λεωνίδην ἐν Θερμοπύλῃσι τετελευτηκέναι , συνδραμόντες ἐκ τῶν πολίων ἐς τὸν Ἰσθμὸν ἵζοντο , καί σφι ἐπῆν στρατηγὸς Κλεόμβροτος Ἀναξανδρίδεω , Λεωνίδεω δὲ ἀδελφεός . Ἱζόμενοι δὲ ἐν τῷ Ἰσθμῷ καὶ συγχώσαντες τὴν Σκειρωνίδα ὁδόν , μετὰ τοῦτο , ὥς σφι ἔδοξε βουλευομένοισι , οἰκοδόμεον διὰ τοῦ Ἰσθμοῦ τεῖχος . Ἅτε δὲ ἐουσέων μυριάδων πολλέων καὶ παντὸς ἀνδρὸς ἐργαζομένου ἤνετο τὸ ἔργον · καὶ γὰρ λίθοι καὶ πλίνθοι καὶ ξύλα καὶ φορμοὶ ψάμμου πλήρεες ἐσεφορέοντο , καὶ ἐλίνυον οὐδένα χρόνον οἱ βοηθήσαντες ἐργαζόμενοι , οὔτε νυκτὸς οὔτε ἡμέρης .