8.68g ʹ Ἢν δὲ αὐτίκα ἐπειχθῇς ναυμαχῆσαι , δειμαίνω μὴ ʹ ναυτικὸς στρατὸς κακωθεὶς τὸν πεζὸν προσδηλήσηται . ʹ Πρὸς δέ , βασιλεῦ , καὶ τόδε ἐς θυμὸν βάλεο , ὡς τοῖσι ʹ μὲν χρηστοῖσι τῶν ἀνθρώπων κακοὶ δοῦλοι φιλέουσι ʹ γίνεσθαι , τοῖσι δὲ κακοῖσι χρηστοί . Σοὶ δὲ ἐόντι ἀρίστῳ ʹ ἀνδρῶν πάντων κακοὶ δοῦλοι εἰσί , οἳ ἐν συμμάχων λόγῳ ʹ λέγονται εἶναι , ἐόντες Αἰγύπτιοί τε καὶ Κύπριοι καὶ ʹ Κίλικες καὶ Πάμφυλοι , τῶν ὄφελός ἐστι οὐδέν . ʹ
8.69 Ταῦτα λεγούσης πρὸς Μαρδόνιον , ὅσοι μὲν ἦσαν εὔνοοι τῇ Ἀρτεμισίῃ συμφορὴν ἐποιεῦντο τοὺς λόγους ὡς κακόν τι πεισομένης πρὸς βασιλέος , ὅτι οὐκ ἔα ναυμαχίην ποιέεσθαι · οἱ δὲ ἀγαιόμενοί τε καὶ φθονέοντες αὐτῇ , ἅτε ἐν πρώτοισι τετιμημένης διὰ πάντων τῶν συμμάχων , ἐτέρποντο τῇ ἀνακρίσι ὡς ἀπολεομένης αὐτῆς . Ἐπειδὴ δὲ ἀνηνείχθησαν αἱ γνῶμαι ἐς Ξέρξην , κάρτα τε ἥσθη τῇ γνώμῃ τῇ Ἀρτεμισίης , καὶ νομίζων ἔτι πρότερον σπουδαίην εἶναι τότε πολλῷ μᾶλλον αἴνεε . Ὅμως δὲ τοῖσι πλέοσι πείθεσθαι ἐκέλευε , τάδε καταδόξας , πρὸς μὲν Εὐβοίῃ σφέας ἐθελοκακέειν ὡς οὐ παρεόντος αὐτοῦ , τότε δὲ αὐτὸς παρεσκεύαστο θεήσασθαι ναυμαχέοντας . ʹ