8.68a ʹ Εἰπεῖν μοι πρὸς βασιλέα , Μαρδόνιε , ὡς ἐγὼ τάδε λέγω , ʹ οὔτε κακίστη γενομένη ἐν τῇσι ναυμαχίῃσι τῇσι πρὸς ʹ Εὐβοίῃ οὔτε ἐλάχιστα ἀποδεξαμένη . Δέσποτα , τήν γε ʹ ἐοῦσαν γνώμην με δίκαιόν ἐστι ἀποδείκνυσθαι , τὰ ʹ τυγχάνω φρονέουσα ἄριστα ἐς πρήγματα τὰ σά . Καί τοι ʹ τάδε λέγω · φείδεο τῶν νεῶν μηδὲ ναυμαχίην ποιεῦ · οἱ ʹ γὰρ ἄνδρες τῶν σῶν ἀνδρῶν κρέσσονες τοσοῦτό εἰσι κατὰ ʹ θάλασσαν ὅσον ἄνδρες γυναικῶν . Τί δὲ πάντως δεῖ σε ʹ ναυμαχίῃσι ἀνακινδυνεύειν ; Οὐκ ἔχεις μὲν τὰς Ἀθήνας , ʹ τῶν περ εἵνεκα ὁρμήθης στρατεύεσθαι , ἔχεις δὲ τὴν ʹ ἄλλην Ἑλλάδα ; Ἐμποδὼν δέ τοι ἵσταται οὐδείς · οἳ δέ ʹ τοι ἀντέστησαν , ἀπήλλαξαν οὕτω ὡς ἐκείνους ἔπρεπε .
8.68b ʹ Τῇ δὲ ἐγὼ δοκέω ἀποβήσεσθαι τὰ τῶν ἀντιπολέμων ʹ πρήγματα , τοῦτο φράσω . Ἢν μὲν μὴ ἐπειχθῇς ναυμαχίην ʹ ποιεύμενος , ἀλλὰ τὰς νέας αὐτοῦ ἔχῃς πρὸς γῇ , μένων ʹ καὶ προβαίνων ἐς τὴν Πελοπόννησον , εὐπετέως τοι , ʹ δέσποτα , χωρήσει τὰ νοέων ἐλήλυθας · οὐ γὰρ οἷοί τε ʹ πολλὸν χρόνον εἰσί τοι ἀντέχειν οἱ Ἕλληνες , ἀλλά σφεας ʹ διασκεδᾷς , κατὰ πόλις δὲ ἕκαστοι φεύξονται · οὔτε γὰρ ʹ σῖτος πάρα σφι ἐν τῇ νήσῳ ταύτῃ , ὡς ἐγὼ πυνθάνομαι , ʹ οὔτε αὐτοὺς οἰκός , ἢν σὺ ἐπὶ τὴν Πελοπόννησον ἐλαύνῃς ʹ τὸν πεζὸν στρατὸν , ἀτρεμιεῖν τοὺς ἐκεῖθεν αὐτῶν ἥκον ʹ τας , οὐδέ σφι μελήσει πρὸ τῶν Ἀθηνέων ναυμαχέειν .