8.67 Ἐπεὶ ὦν ἀπίκατο ἐς τὰς Ἀθήνας πάντες οὗτοι πλὴν Παρίων Πάριοι δὲ ὑπολειφθέντες ἐν Κύθνῳ ἐκαραδόκεον τὸν πόλεμον κῇ ἀποβήσεται , οἱ δὲ λοιποὶ ὡς ἀπίκοντο ἐς τὸ Φάληρον , ἐνθαῦτα κατέβη αὐτὸς Ξέρξης ἐπὶ τὰς νέας , ἐθέλων σφι συμμεῖξαί τε καὶ πυθέσθαι τῶν ἐπιπλεόντων τὰς γνώμας . Ἐπεὶ δὲ ἀπικόμενος προΐζετο , παρῆσαν μετάπεμπτοι οἱ τῶν ἐθνέων τῶν σφετέρων τύραννοι καὶ ταξίαρχοι ἀπὸ τῶν νεῶν , καὶ ἵζοντο ὥς σφι βασιλεὺς ἑκάστῳ τιμὴν ἐδεδώκεε , πρῶτος μὲν Σιδώνιος βασιλεύς , μετὰ δὲ Τύριος , ἐπὶ δὲ ὧλλοι . Ὡς δὲ κόσμῳ ἐπεξῆς ἵζοντο , πέμψας Ξέρξης Μαρδόνιον εἰρώτα ἀποπειρώμενος ἑκάστου εἰ ναυμαχίην ποιοῖτο .
8.68 Ἐπεὶ δὲ περιιὼν εἰρώτα Μαρδόνιος ἀρξάμενος ἀπὸ τοῦ Σιδωνίου , οἱ μὲν ἄλλοι κατὰ τὠυτὸ γνώμην ἐξεφέροντο , κελεύοντες ναυμαχίην ποιέεσθαι , Ἀρτεμισίη δὲ τάδε ἔφη ·