8.66 Οἱ δὲ ἐς τὸν Ξέρξεω ναυτικὸν στρατὸν ταχθέντες , ἐπειδὴ ἐκ Τρηχῖνος θεησάμενοι τὸ τρῶμα τὸ Λακωνικὸν διέβησαν ἐς τὴν Ἱστιαίην , ἐπισχόντες ἡμέρας τρεῖς ἔπλεον δι’ Εὐρίπου , καὶ ἐν ἑτέρῃσι τρισὶ ἡμέρῃσι ἐγένοντο ἐν Φαλήρῳ . Ὡς μὲν ἐμοὶ δοκέειν , οὐκ ἐλάσσονες ἐόντες ἀριθμὸν ἐσέβαλον ἐς τὰς Ἀθήνας κατά τε ἤπειρον καὶ τῇσι νηυσὶ ἀπικόμενοι ἐπί τε Σηπιάδα ἀπίκοντο καὶ ἐς Θερμοπύλας · ἀντιθήσω γὰρ τοῖσί τε ὑπὸ τοῦ χειμῶνος αὐτῶν ἀπολομένοισι καὶ τοῖσι ἐν Θερμοπύλῃσι καὶ τῇσι ἐπ’ Ἀρτεμισίῳ ναυμαχίῃσι τούσδε τοὺς τότε οὔκω ἑπομένους βασιλέϊ , Μηλιέας τε καὶ Δωριέας καὶ Λοκροὺς καὶ Βοιωτοὺς πανστρατιῇ ἑπομένους πλὴν Θεσπιέων τε καὶ Πλαταιέων , καὶ μάλα Καρυστίους τε καὶ Ἀνδρίους καὶ Τηνίους τε καὶ τοὺς λοιποὺς νησιώτας πάντας , πλὴν τῶν πέντε πολίων τῶν ἐπεμνήσθην πρότερον τὰ οὐνόματα . Ὅσῳ γὰρ δὴ προέβαινε ἐσωτέρω τῆς Ἑλλάδος Πέρσης , τοσούτῳ πλέω ἔθνεά οἱ εἵπετο .