8.65 Ἔφη δὲ Δίκαιος Θεοκύδεος ἀνὴρ Ἀθηναῖος , φυγάς τε καὶ παρὰ Μήδοισι λόγιμος γενόμενος , τοῦτον τὸν χρόνον ἐπείτε ἐκείρετο Ἀττικὴ χώρη ὑπὸ τοῦ πεζοῦ στρατοῦ τοῦ Ξέρξεω , ἐοῦσα ἔρημος Ἀθηναίων , τυχεῖν τότε ἐὼν ἅμα Δημαρήτῳ τῷ Λακεδαιμονίῳ ἐν τῷ Θριασίῳ πεδίῳ , ἰδεῖν δὲ κονιορτὸν χωρέοντα ἀπ’ Ἐλευσῖνος ὡς ἀνδρῶν μάλιστά κῃ τρισμυρίων , ἀποθωμάζειν τέ σφεας τὸν κονιορτὸν ὅτεών κοτε εἴη ἀνθρώπων , καὶ πρόκατε φωνῆς ἀκούειν , καί οἱ φαίνεσθαι τὴν φωνὴν εἶναι τὸν μυστικὸν ἴακχον . Εἶναι δ’ ἀδαήμονα τῶν ἱρῶν τῶν ἐν Ἐλευσῖνι γινομένων τὸν Δημάρητον , εἰρέσθαι τε αὐτὸν τι τὸ φθεγγόμενον εἴη τοῦτο · αὐτὸς δὲ εἰπεῖν · ʹ Δημάρητε , οὐκ ἔστι ὅκως οὐ μέγα ʹ τι σίνος ἔσται τῇ βασιλέος στρατιῇ . Τάδε γὰρ ἀρίδηλα , ʹ ἐρήμου ἐούσης τῆς Ἀττικῆς , ὅτι θεῖον τὸ φθεγγόμενον , ʹ ἀπ’ Ἐλευσῖνος ἰὸν ἐς τιμωρίην Ἀθηναίοισί τε καὶ τοῖσι ʹ συμμάχοισι . Καὶ ἢν μέν γε κατασκήψῃ ἐς τὴν Πελοπόννη ʹ σον , κίνδυνος αὐτῷ τε βασιλέϊ καὶ τῇ στρατιῇ τῇ ἐν τῇ ʹ ἠπείρῳ ἔσται · ἢν δὲ ἐπὶ τὰς νέας τράπηται τὰς ἐν Σαλα ʹ μῖνι , τὸν ναυτικὸν στρατὸν κινδυνεύσει βασιλεὺς ἀποβαλεῖν . ʹ Τὴν δὲ ὁρτὴν ταύτην ἄγουσι Ἀθηναῖοι ἀνὰ πάντα ἔτεα τῇ ʹ Μητρὶ καὶ τῇ Κόρῃ , καὶ αὐτῶν τε βουλόμενος καὶ τῶν ʹ ἄλλων Ἑλλήνων μυεῖται · καὶ τὴν φωνὴν τῆς ἀκούεις ἐν ʹ ταύτῃ τῇ ὁρτῇ ἰακχάζουσι . ʹ Πρὸς ταῦτα εἰπεῖν Δημάρητον · ʹ Σίγα τε καὶ μηδενὶ ἄλλῳ τὸν λόγον τοῦτον εἴπῃς . ʹ Ἢν γάρ τοι ἐς βασιλέα ἀνενειχθῇ τὰ ἔπεα ταῦτα , ἀποβα ʹ λέεις τὴν κεφαλήν , καί σε οὔτε ἐγὼ δυνήσομαι ῥύσασθαι ʹ οὔτ’ ἄλλος ἀνθρώπων οὐδὲ εἷς . Ἀλλ’ ἔχ’ ἥσυχος , περὶ δὲ ʹ στρατιῆς τῆσδε θεοῖσι μελήσει . ʹ Τὸν μὲν δὴ ταῦτα παραινέειν , ἐκ δὲ τοῦ κονιορτοῦ καὶ τῆς φωνῆς γενέσθαι νέφος καὶ μεταρσιωθὲν φέρεσθαι ἐς Σαλαμῖνα ἐπὶ τὸ στρατόπεδον τὸ τῶν Ἑλλήνων · οὕτω δὲ αὐτοὺς μαθεῖν ὅτι τὸ ναυτικὸν τὸ Ξέρξεω ἀπολέεσθαι μέλλοι . Ταῦτα μὲν Δίκαιος Θεοκύδεος ἔλεγε , Δημαρήτου τε καὶ ἄλλων μαρτύρων καταπτόμενος .