8.60b Ἢν δὲ τὰ ἐγὼ λέγω ποιήσῃς , ʹ τοσάδε ἐν αὐτοῖσι χρηστὰ εὑρήσεις · πρῶτα μὲν ἐν στεινῷ ʹ συμβάλλοντες νηυσὶ ὀλίγῃσι πρὸς πολλάς , ἢν τὰ οἰκότα ἐκ ʹ τοῦ πολέμου ἐκβαίνῃ , πολλὸν κρατήσομεν · τὸ γὰρ ἐν στεινῷ ʹ ναυμαχέειν πρὸς ἡμέων ἐστί , ἐν εὐρυχωρίῃ δὲ πρὸς ἐκεί ʹ νων · αὖτις δὲ Σαλαμὶς περιγίνεται , ἐς τὴν ἡμῖν ὑπέκκει ʹ ται τέκνα τε καὶ γυναῖκες . Καὶ μὲν καὶ τόδε ἐν αὐτοῖσι ʹ ἔνεστι , τοῦ καὶ περιέχεσθε μάλιστα · ὁμοίως αὐτοῦ τε ʹ μένων προναυμαχήσεις Πελοποννήσου καὶ πρὸς τῷ ʹ Ἰσθμῷ , οὐδέ σφεας , εἴ περ εὖ φρονέεις , ἄξεις ἐπὶ τὴν ʹ Πελοπόννησον ·
8.60g ἢν δέ γε τὰ ἐγὼ ἐλπίζω γένηται καὶ ʹ νικήσωμεν τῇσι νηυσί , οὔτε ὑμῖν ἐς τὸν Ἰσθμὸν ʹ παρέσονται οἱ βάρβαροι οὔτε προβήσονται ἑκαστέρω ʹ τῆς Ἀττικῆς , ἀπίασί τε οὐδενὶ κόσμῳ , Μεγάροισί ʹ τε κερδανέομεν περιεοῦσι καὶ Αἰγίνῃ καὶ Σαλαμῖνι , ἐν ʹ τῇ ἡμῖν καὶ λόγιόν ἐστι τῶν ἐχθρῶν κατύπερθε γενέ ʹ σθαι . Οἰκότα μέν νυν βουλευομένοισι ἀνθρώποισι ὡς τὸ ʹ ἐπίπαν ἐθέλει εὖ γίνεσθαι · μὴ δὲ οἰκότα βουλευομένοισι ʹ οὐκ ἐθέλει , οὐδὲ θεὸς προσχωρέει πρὸς τὰς ἀνθρω ʹ πηίας γνώμας . ʹ