8.61 Ταῦτα λέγοντος Θεμιστοκλέος αὖτις Κορίνθιος Ἀδείμαντος ἐπεφέρετο , σιγᾶν τε κελεύων τῷ μὴ ἔστι πατρὶς καὶ Εὐρυβιάδην οὐκ ἐῶν ἐπιψηφίζειν ἀπόλι ἀνδρί · πόλιν γὰρ τὸν Θεμιστοκλέα παρεχόμενον οὕτω ἐκέλευε γνώμας συμβάλλεσθαι . Ταῦτα δέ οἱ προέφερε , ὅτι ἡλώκεσάν τε καὶ κατείχοντο αἱ Ἀθῆναι . Τότε δὴ Θεμιστοκλέης κεῖνόν τε καὶ τοὺς Κορινθίους πολλά τε καὶ κακὰ ἔλεγε , ἑωυτοῖσί τε ἐδήλου λόγῳ ὡς εἴη καὶ πόλις καὶ γῆ μέζων περ ἐκείνοισι ἔστ’ ἂν διηκόσιαι νέες σφι ἔωσι πεπληρωμέναι · οὐδαμοὺς γὰρ Ἑλλήνων αὐτοὺς ἐπιόντας ἀποκρούσεσθαι .
8.62 Σημαίνων δὲ ταῦτα τῷ λόγῳ διέβαινε ἐς Εὐρυβιάδην , λέγων μᾶλλον ἐπεστραμμένα · ʹ Σὺ εἰ μενέεις ʹ αὐτοῦ , καὶ μένων ἔσεαι ἀνὴρ ἀγαθός · εἰ δὲ μή , ἀνατρέψεις ʹ τὴν Ἑλλάδα · τὸ πᾶν γὰρ ἡμῖν τοῦ πολέμου φέρουσι αἱ νέες . ʹ Ἀλλ’ ἐμοὶ πείθεο . Εἰ δὲ ταῦτα μὴ ποιήσῃς , ἡμεῖς μὲν ὡς ʹ ἔχομεν ἀναλαβόντες τοὺς οἰκέτας κομιεύμεθα ἐς Σῖριν τὴν ʹ ἐν Ἰταλίῃ , περ ἡμετέρη τέ ἐστι ἐκ παλαιοῦ ἔτι , καὶ τὰ ʹ λόγια λέγει ὑπ’ ἡμέων αὐτὴν δεῖν κτισθῆναι · ὑμεῖς δὲ συμ ʹ μάχων τοιῶνδε μουνωθέντες μεμνήσεσθε τῶν ἐμῶν λόγων . ʹ
8.63 Ταῦτα δὲ Θεμιστοκλέος λέγοντος ἀνεδιδάσκετο Εὐρυβιάδης · δοκέειν δέ μοι , ἀρρωδήσας μάλιστα τοὺς Ἀθηναίους ἀνεδιδάσκετο μή σφεας ἀπολίπωσι ἢν πρὸς τὸν Ἰσθμὸν ἀγάγῃ τὰς νέας · ἀπολιπόντων γὰρ Ἀθηναίων οὐκέτι ἐγίνοντο ἀξιόμαχοι οἱ λοιποί . Ταύτην δὴ αἱρέεται τὴν γνώμην , αὐτοῦ μένοντας διαναυμαχέειν .