8.59 Ὡς δὲ ἄρα συνελέχθησαν , πρὶν τὸν Εὐρυβιάδην προθεῖναι τὸν λόγον τῶν εἵνεκα συνήγαγε τοὺς στρατηγούς , πολλὸς ἦν Θεμιστοκλέης ἐν τοῖσι λόγοισι οἷα κάρτα δεόμενος . Λέγοντος δὲ αὐτοῦ Κορίνθιος στρατηγὸς Ἀδείμαντος Ὠκύτου εἶπε · ʹ Θεμιστόκλεες , ἐν τοῖσι ʹ ἀγῶσι οἱ προεξανιστάμενοι ῥαπίζονται . ʹ δὲ ἀπολυόμενος ἔφη · ʹ Οἱ δέ γε ἐγκαταλειπόμενοι οὐ στεφανοῦνται . ʹ
8.60 Τότε μὲν ἠπίως πρὸς τὸν Κορίνθιον ἀμείψατο · πρὸς δὲ τὸν Εὐρυβιάδην ἔλεγε ἐκείνων μὲν οὐκέτι οὐδὲν τῶν πρότερον λεχθέντων , ὡς ἐπεὰν ἀπάρωσι ἀπὸ Σαλαμῖνος διαδρήσονται · παρεόντων γὰρ τῶν συμμάχων οὐκ ἔφερέ οἱ κόσμον οὐδένα κατηγορέειν · δὲ ἄλλου λόγου εἴχετο , λέγων τάδε ·
8.60a ʹ Ἐν σοὶ νῦν ἐστι σῶσαι τὴν Ἑλλάδα , ἢν ἐμοὶ πείθῃ ʹ ναυμαχίην αὐτοῦ μένων ποιέεσθαι μηδὲ πειθόμενος τούτων ʹ τοῖσι λόγοισι ἀναζεύξῃς πρὸς τὸν Ἰσθμὸν τὰς νέας . ʹ Ἀντίθες γὰρ ἑκάτερον ἀκούσας . Πρὸς μὲν τῷ Ἰσθμῷ ʹ συμβάλλων ἐν πελάγεϊ ἀναπεπταμένῳ ναυμαχήσεις , ἐς τὸ ʹ ἥκιστα ἡμῖν σύμφορόν ἐστι νέας ἔχουσι βαρυτέρας καὶ ʹ ἀριθμὸν ἐλάσσονας · τοῦτο δὲ ἀπολέεις Σαλαμῖνά τε καὶ ʹ Μέγαρα καὶ Αἴγιναν , ἤν περ καὶ τὰ ἄλλα εὐτυχήσωμεν · ʹ ἅμα δὲ τῷ ναυτικῷ αὐτῶν ἕψεται καὶ πεζὸς στρατός , καὶ ʹ οὕτω σφέας αὐτὸς ἄξεις ἐπὶ τὴν Πελοπόννησον , κινδυνεύ ʹ σεις τε ἁπάσῃ τῇ Ἑλλάδι .