8.57 Ἐνθαῦτα δὴ Θεμιστοκλέα ἀπικόμενον ἐπὶ τὴν νέα εἴρετο Μνησίφιλος ἀνὴρ Ἀθηναῖος τι σφι εἴη βεβουλευμένον . Πυθόμενος δὲ πρὸς αὐτοῦ ὡς εἴη δεδογμένον ἀνάγειν τὰς νέας πρὸς τὸν Ἰσθμὸν καὶ πρὸ τῆς Πελοποννήσου ναυμαχέειν , εἶπε · ʹ Οὔ τοι ἄρα , ἢν ἀπάρωσι τὰς ʹ νέας ἀπὸ Σαλαμῖνος , περὶ οὐδεμιῆς ἔτι πατρίδος ναυμα ʹ χήσεις · κατὰ γὰρ πόλις ἕκαστοι τρέψονται , καὶ οὔτε ʹ σφέας Εὐρυβιάδης κατέχειν δυνήσεται οὔτε τις ἀνθρώ ʹ πων ἄλλος ὥστε μὴ οὐ διασκεδασθῆναι τὴν στρατιήν · ʹ ἀπολέεταί τε Ἑλλὰς ἀβουλίῃσι . Ἀλλ’ εἴ τις ἔστι ʹ μηχανή , ἴθι καὶ πειρῶ διαχέαι τὰ βεβουλευμένα , ἤν κως ʹ δύνῃ ἀναγνῶσαι Εὐρυβιάδην μεταβουλεύσασθαι ὥστε ʹ αὐτοῦ μένειν . ʹ
8.58 Κάρτα τε τῷ Θεμιστοκλέϊ ἤρεσε ὑποθήκη καὶ οὐδὲν πρὸς ταῦτα ἀμειψάμενος ἤιε ἐπὶ τὴν νέα τὴν Εὐρυβιάδεω . Ἀπικόμενος δὲ ἔφη ἐθέλειν οἱ κοινόν τι πρῆγμα συμμεῖξαι · δ’ αὐτὸν ἐς τὴν νέα ἐκέλευε ἐσβάντα λέγειν , εἴ τι θέλει . Ἐνθαῦτα Θεμιστοκλέης παριζόμενός οἱ καταλέγει ἐκεῖνά τε πάντα τὰ ἤκουσε Μνησιφίλου , ἑωυτοῦ ποιεύμενος , καὶ ἄλλα πολλὰ προστιθείς , ἐς ἀνέγνωσέ μιν χρηίζων ἔκ τε τῆς νεὸς ἐκβῆναι τὸν Εὐρυβιάδεα συλλέξαι τε τοὺς στρατηγοὺς ἐς τὸ συνέδριον .