8.48 Οἱ μέν νυν ἄλλοι τριήρεας παρεχόμενοι ἐστρατεύοντο , Μήλιοι δὲ καὶ Σίφνιοι καὶ Σερίφιοι πεντηκοντέρους · Μήλιοι μέν , γένος ἐόντες ἀπὸ Λακεδαίμονος , δύο παρείχοντο , Σίφνιοι δὲ καὶ Σερίφιοι , Ἴωνες ἐόντες ἀπ’ Ἀθηνέων , μίαν ἑκάτεροι . Ἀριθμὸς δὲ ἐγένετο πᾶς τῶν νεῶν , πάρεξ τῶν πεντηκοντέρων , τριηκόσιαι καὶ ἑβδομήκοντα καὶ ὀκτώ .
8.49 Ὡς δὲ ἐς τὴν Σαλαμῖνα συνῆλθον οἱ στρατηγοὶ ἀπὸ τῶν εἰρημένων πολίων , ἐβουλεύοντο , προθέντος Εὐρυβιάδεω γνώμην ἀποφαίνεσθαι τὸν βουλόμενον , ὅκου δοκέοι ἐπιτηδεότατον εἶναι ναυμαχίην ποιέεσθαι τῶν αὐτοὶ χωρέων ἐγκρατέες εἰσί · γὰρ Ἀττικὴ ἀπεῖτο ἤδη , τῶν δὲ λοιπέων πέρι προετίθεε . Αἱ γνῶμαι δὲ τῶν λεγόντων αἱ πλεῖσται συνεξέπιπτον πρὸς τὸν Ἰσθμὸν πλώσαντας ναυμαχέειν πρὸ τῆς Πελοποννήσου , ἐπιλέγοντες τὸν λόγον τόνδε , ὡς , εἰ νικηθέωσι τῇ ναυμαχίῃ , ἐν Σαλαμῖνι μὲν ἐόντες πολιορκήσονται ἐν νήσῳ , ἵνα σφι τιμωρίη οὐδεμία ἐπιφανήσεται , πρὸς δὲ τῷ Ἰσθμῷ ἐς τοὺς ἑωυτῶν ἐξοίσονται . ʹ
8.50 Ταῦτα τῶν ἀπὸ Πελοποννήσου στρατηγῶν ἐπιλεγομένων ἐπῆλθε ἀνὴρ Ἀθηναῖος ἀγγέλλων ἥκειν τὸν βάρβαρον ἐς τὴν Ἀττικὴν καὶ πᾶσαν αὐτὴν πυρπολέεσθαι . γὰρ διὰ Βοιωτῶν τραπόμενος στρατὸς ἅμα Ξέρξῃ , ἐμπρήσας Θεσπιέων τὴν πόλιν αὐτῶν ἐκλελοιπότων ἐς Πελοπόννησον καὶ τὴν Πλαταιέων ὡσαύτως , ἧκέ τε ἐς τὰς Ἀθήνας καὶ πάντα ἐκεῖνα ἐδηίου · ἐνέπρησε δὲ Θέσπειάν τε καὶ Πλάταιαν πυθόμενος Θηβαίων ὅτι οὐκ ἐμήδιζον .