8.51 Ἀπὸ δὲ τῆς διαβάσιος τοῦ Ἑλλησπόντου , ἔνθεν πορεύεσθαι ἤρξαντο οἱ βάρβαροι , ἕνα αὐτοῦ διατρίψαντες μῆνα ἐν τῷ διέβαινον ἐς τὴν Εὐρώπην , ἐν τρισὶ ἑτέροισι μησὶ ἐγένοντο ἐν τῇ Ἀττικῇ , Καλλιάδεω ἄρχοντος Ἀθηναίοισι . Καὶ αἱρέουσι ἔρημον τὸ ἄστυ καί τινας ὀλίγους εὑρίσκουσι τῶν Ἀθηναίων ἐν τῷ ἱρῷ ἐόντας , ταμίας τε τοῦ ἱροῦ καὶ πένητας ἀνθρώπους , οἳ φραξάμενοι τὴν ἀκρόπολιν θύρῃσί τε καὶ ξύλοισι ἠμύνοντο τοὺς ἐπιόντας , ἅμα μὲν ὑπ’ ἀσθενείης βίου οὐκ ἐκχωρήσαντες ἐς Σαλαμῖνα , πρὸς δὲ καὶ αὐτοὶ δοκέοντες ἐξευρηκέναι τὸ μαντήιον τὸ Πυθίη σφι ἔχρησε , ʹ τὸ ξύλινον τεῖχος ἀνάλωτον ἔσεσθαι ʹ · αὐτὸ δὴ τοῦτο εἶναι τὸ κρησφύγετον κατὰ τὸ μαντήιον καὶ οὐ τὰς νέας .
8.52 Οἱ δὲ Πέρσαι , ἱζόμενοι ἐπὶ τὸν καταντίον τῆς ἀκροπόλιος ὄχθον τὸν Ἀθηναῖοι καλέουσι Ἀρήιον πάγον , ἐπολιόρκεον τρόπον τοιόνδε · ὅκως στυππεῖον περὶ τοὺς ὀϊστοὺς περιθέντες ἅψειαν , ἐτόξευον ἐς τὸ φράγμα . Ἐνθαῦτα Ἀθηναίων οἱ πολιορκεόμενοι ὅμως ἠμύνοντο , καίπερ ἐς τὸ ἔσχατον κακοῦ ἀπιγμένοι καὶ τοῦ φράγματος προδεδωκότος · οὐδὲ λόγους τῶν Πεισιστρατιδέων προσφερόντων περὶ ὁμολογίης ἐνεδέκοντο , ἀμυνόμενοι δὲ ἄλλα τε ἀντεμηχανῶντο καὶ δὴ καὶ προσιόντων τῶν βαρβάρων πρὸς τὰς πύλας ὀλοιτρόχους ἀπίεσαν · ὥστε Ξέρξην ἐπὶ χρόνον συχνὸν ἀπορίῃσι ἐνέχεσθαι , οὐ δυνάμενόν σφεας ἑλεῖν .