8.46 Νησιωτέων δὲ Αἰγινῆται τριήκοντα παρείχοντο · ἦσαν μέν σφι καὶ ἄλλαι δυώδεκα πεπληρωμέναι νέες . ἀλλὰ τῇσι μὲν τὴν ἑωυτῶν ἐφύλασσον , τριήκοντα δὲ τῇσι ἄριστα πλεούσῃσι ἐν Σαλαμῖνι ἐναυμάχησαν · Αἰγινῆται δέ εἰσι Δωριέες ἀπὸ Ἐπιδαύρου · τῇ δὲ νήσῳ πρότερον οὔνομα ἦν Οἰνώνη . Μετὰ δὲ Αἰγινήτας Χαλκιδέες τὰς ἐπ’ Ἀρτεμισίῳ εἴκοσι παρεχόμενοι καὶ Ἐρετριέες τὰς ἑπτά · οὗτοι δὲ Ἴωνές εἰσι . Μετὰ δὲ Κήιοι τὰς αὐτὰς παρεχόμενοι , ἔθνος ἐὸν Ἰωνικὸν ἀπὸ Ἀθηνέων . Νάξιοι δὲ παρείχοντο τέσσερας , ἀποπεμφθέντες μὲν ἐς τοὺς Μήδους ὑπὸ τῶν πολιητέων κατά περ οἱ ἄλλοι νησιῶται , ἀλογήσαντες δὲ τῶν ἐντολέων ἀπίκατο ἐς τοὺς Ἕλληνας Δημοκρίτου σπεύσαντος , ἀνδρὸς τῶν ἀστῶν δοκίμου καὶ τότε τριηραρχέοντος · Νάξιοι δέ εἰσι Ἴωνες ἀπὸ Ἀθηνέων γεγονότες . Στυρέες δὲ τὰς αὐτὰς παρείχοντο νέας τάς περ ἐπ’ Ἀρτεμισίῳ , Κύθνιοι δὲ μίαν καὶ πεντηκόντερον , ἐόντες συναμφότεροι οὗτοι Δρύοπες . Καὶ Σερίφιοί τε καὶ Σίφνιοι καὶ Μήλιοι ἐστρατεύοντο · οὗτοι γὰρ οὐκ ἔδοσαν μοῦνοι νησιωτέων τῷ βαρβάρῳ γῆν τε καὶ ὕδωρ .
8.47 Οὗτοι μὲν ἅπαντες ἐντὸς οἰκημένοι Θεσπρωτῶν καὶ Ἀχέροντος ποταμοῦ ἐστρατεύοντο · Θεσπρωτοὶ γάρ εἰσι ὁμουρέοντες Ἀμπρακιώτῃσι καὶ Λευκαδίοισι , οἳ ἐξ ἐσχατέων χωρέων ἐστρατεύοντο . Τῶν δὲ ἐκτὸς τούτων οἰκημένων Κροτωνιῆται μοῦνοι ἦσαν οἳ ἐβοήθησαν τῇ Ἑλλάδι κινδυνευούσῃ νηὶ μιῇ , τῆς ἦρχε ἀνὴρ τρὶς πυθιονίκης Φάϋλλος · Κροτωνιῆται δὲ γένος εἰσὶ Ἀχαιοί .