8.43 Ἐστρατεύοντο δὲ οἵδε . Ἐκ μὲν Πελοποννήσου Λακεδαιμόνιοι ἑκκαίδεκα νέας παρεχόμενοι , Κορίνθιοι δὲ τὸ αὐτὸ πλήρωμα παρεχόμενοι τὸ καὶ ἐπ’ Ἀρτεμισίῳ · Σικυώνιοι δὲ πεντεκαίδεκα παρείχοντο νέας , Ἐπιδαύριοι δὲ δέκα , Τροιζήνιοι δὲ πέντε , Ἑρμιονέες δὲ τρεῖς , ἐόντες οὗτοι πλὴν Ἑρμιονέων Δωρικόν τε καὶ Μακεδνὸν ἔθνος , ἐξ Ἐρινεοῦ τε καὶ Πίνδου καὶ τῆς Δρυοπίδος ὕστατα ὁρμηθέντες . Οἱ δὲ Ἑρμιονέες εἰσὶ Δρύοπες , ὑπὸ Ἡρακλέος τε καὶ Μηλιέων ἐκ τῆς νῦν Δωρίδος καλεομένης χώρης ἐξαναστάντες .
8.44 Οὗτοι μέν νυν Πελοποννησίων ἐστρατεύοντο , οἵδε δὲ ἐκ τῆς ἔξω ἠπείρου · Ἀθηναῖοι μὲν πρὸς πάντας τοὺς ἄλλους παρεχόμενοι νέας ὀγδώκοντα καὶ ἑκατόν , μοῦνοι · ἐν Σαλαμῖνι γὰρ οὐ συνεναυμάχησαν Πλαταιέες Ἀθηναίοισι διὰ τοιόνδε τι πρῆγμα · ἀπαλλασσομένων τῶν Ἑλλήνων ἀπὸ τοῦ Ἀρτεμισίου , ὡς ἐγίνοντο κατὰ Χαλκίδα , οἱ Πλαταιέες ἀποβάντες ἐς τὴν περαίην τῆς Βοιωτίης χώρης πρὸς ἐκκομιδὴν ἐτράποντο τῶν οἰκετέων · οὗτοι μέν νυν τούτους σῴζοντες ἐλείφθησαν . Ἀθηναῖοι δὲ ἐπὶ μὲν Πελασγῶν ἐχόντων τὴν νῦν Ἑλλάδα καλεομένην ἦσαν Πελασγοί , ὀνομαζόμενοι Κραναοί , ἐπὶ δὲ Κέκροπος βασιλέος ἐπεκλήθησαν Κεκροπίδαι , ἐκδεξαμένου δὲ Ἐρεχθέος τὴν ἀρχὴν Ἀθηναῖοι μετωνομάσθησαν , Ἴωνος δὲ τοῦ Ξούθου στρατάρχεω γενομένου Ἀθηναίοισι ἐκλήθησαν ἀπὸ τούτου Ἴωνες .
8.45 Μεγαρέες δὲ τὠυτὸ πλήρωμα παρείχοντο τὸ καὶ ἐπ’ Ἀρτεμισίῳ , Ἀμπρακιῶται δὲ ἑπτὰ νέας ἔχοντες ἐπεβοήθησαν , Λευκάδιοι δὲ τρεῖς , ἔθνος ἐόντες οὗτοι Δωρικὸν ἀπὸ Κορίνθου .