8.41 Οἱ μὲν δὴ ἄλλοι κατέσχον ἐς τὴν Σαλαμῖνα , Ἀθηναῖοι δὲ ἐς τὴν ἑωυτῶν . Μετὰ δὲ τὴν ἄπιξιν κήρυγμα ἐποιήσαντο , Ἀθηναίων τῇ τις δύναται σῴζειν τὰ τέκνα τε καὶ τοὺς οἰκέτας · ἐνθαῦτα οἱ μὲν πλεῖστοι ἐς Τροιζῆνα ἀπέστειλαν , οἱ δὲ ἐς Αἴγιναν , οἱ δὲ ἐς Σαλαμῖνα . Ἔσπευσαν δὲ ταῦτα ὑπεκθέσθαι τῷ χρηστηρίῳ τε βουλόμενοι ὑπηρετέειν καὶ δὴ καὶ τοῦδε εἵνεκα οὐκ ἥκιστα . Λέγουσι Ἀθηναῖοι ὄφιν μέγαν φύλακα τῆς ἀκροπόλιος ἐνδιαιτᾶσθαι ἐν τῷ ἱρῷ · λέγουσί τε ταῦτα καὶ δὴ καὶ ὡς ἐόντι ἐπιμήνια διατελέουσι προτιθέντες · τὰ δ’ ἐπιμήνια μελιτόεσσά ἐστι . Αὕτη δ’ μελιτόεσσα ἐν τῷ πρόσθε αἰεὶ χρόνῳ ἀναισιμουμένη τότε ἦν ἄψαυστος . Σημηνάσης δὲ ταῦτα τῆς ἱρηίης μᾶλλόν τι οἱ Ἀθηναῖοι καὶ προθυμότερον ἐξέλιπον τὴν πόλιν ὡς καὶ τῆς θεοῦ ἀπολελοιπυίης τὴν ἀκρόπολιν . Ὡς δέ σφι πάντα ὑπεξέκειτο , ἔπλεον ἐς τὸ στρατόπεδον .
8.42 Ἐπεὶ δὲ οἱ ἀπ’ Ἀρτεμισίου ἐς Σαλαμῖνα κατέσχον τὰς νέας , συνέρρεε καὶ λοιπὸς πυνθανόμενος τῶν Ἑλλήνων ναυτικὸς στρατὸς ἐκ Τροιζῆνος · ἐς γὰρ Πώγωνα τὸν Τροιζηνίων λιμένα προείρητο συλλέγεσθαι . Συνελέχθησάν τε δὴ πολλῷ πλέονες νέες ἐπ’ Ἀρτεμισίῳ ἐναυμάχεον καὶ ἀπὸ πολίων πλεόνων . Ναύαρχος μέν νυν ἐπῆν ὡυτὸς ὅς περ ἐπ’ Ἀρτεμισίῳ , Εὐρυβιάδης Εὐρυκλείδεω ἀνὴρ Σπαρτιήτης , οὐ μέντοι γένεός γε τοῦ βασιληίου ἐών · νέας δὲ πολλῷ πλείστας τε καὶ ἄριστα πλεούσας παρείχοντο Ἀθηναῖοι .