8.32 Ὡς δὲ ἐκ τῆς Δωρίδος ἐς τὴν Φωκίδα ἐσέβαλον , αὐτοὺς μὲν τοὺς Φωκέας οὐκ αἱρέουσι . Οἱ μὲν γὰρ τῶν Φωκέων ἐς τὰ ἄκρα τοῦ Παρνησσοῦ ἀνέβησαν ἔστι δὲ καὶ ἐπιτηδέη δέξασθαι ὅμιλον τοῦ Παρνησσοῦ κορυφὴ κατὰ Νέωνα πόλιν κειμένη ἐπ’ ἑωυτῆς · Τιθορέα οὔνομα αὐτῇ · ἐς τὴν δὴ ἀνηνείκαντο καὶ αὐτοὶ ἀνέβησαν · οἱ δὲ πλέονες αὐτῶν ἐς τοὺς Ὀζόλας Λοκροὺς ἐξεκομίσαντο , ἐς Ἄμφισσαν πόλιν τὴν ὑπὲρ τοῦ Κρισαίου πεδίου οἰκημένην . Οἱ δὲ βάρβαροι τὴν χώρην πᾶσαν ἐπέδραμον τὴν Φωκίδα · Θεσσαλοὶ γὰρ οὕτω ἦγον τὸν στρατόν · ὁκόσα δὲ ἐπέσχον , πάντα ἐπέφλεγον καὶ ἔκειρον , καὶ ἐς τὰς πόλις ἐνιέντες πῦρ καὶ ἐς τὰ ἱρά .
8.33 Πορευόμενοι γὰρ ταύτῃ παρὰ τὸν Κηφισὸν ποταμὸν ἐδηίουν πάντα , καὶ κατὰ μὲν ἔκαυσαν Δρυμὸν πόλιν , κατὰ δὲ Χαράδραν καὶ Ἔρωχον καὶ Τεθρώνιον καὶ Ἀμφίκαιαν καὶ Νέωνα καὶ Πεδιέας καὶ Τριτέας καὶ Ἐλάτειαν καὶ Ὑάμπολιν καὶ Παραποταμίους καὶ Ἄβας , ἔνθα ἦν ἱρὸν Ἀπόλλωνος πλούσιον , θησαυροῖσί τε καὶ ἀναθήμασι πολλοῖσι κατεσκευασμένον · ἦν δὲ καὶ τότε καὶ νῦν ἔστι χρηστήριον αὐτόθι · καὶ τοῦτο τὸ ἱρὸν συλήσαντες ἐνέπρησαν . Καί τινας διώκοντες εἷλον τῶν Φωκέων πρὸς τοῖσι ὄρεσι καὶ γυναῖκάς τινας , τὰς διέφθειραν μισγόμενοι ὑπὸ πλήθεος .