8.34 Παραποταμίους δὲ παραμειβόμενοι οἱ βάρβαροι ἀπίκοντο ἐς Πανοπέας · ἐνθεῦτεν δὲ ἤδη διακρινομένη στρατιὴ αὐτῶν ἐσχίζετο . Τὸ μὲν πλεῖστον καὶ δυνατώτατον τοῦ στρατοῦ ἅμα αὐτῷ Ξέρξῃ πορευόμενον ἐπ’ Ἀθήνας ἐσέβαλε ἐς Βοιωτούς , ἐς γῆν τὴν Ὀρχομενίων . Βοιωτῶν δὲ πᾶν τὸ πλῆθος ἐμήδιζε , τὰς δὲ πόλις αὐτῶν ἄνδρες Μακεδόνες διατεταγμένοι ἔσῳζον , ὑπὸ Ἀλεξάνδρου ἀποπεμφθέντες · ἔσῳζον δὲ τῇδε , δῆλον βουλόμενοι ποιέειν Ξέρξῃ ὅτι τὰ Μήδων Βοιωτοὶ φρονέοιεν .
8.35 Οὗτοι μὲν δὴ τῶν βαρβάρων ταύτῃ ἐτράποντο , ἄλλοι δὲ αὐτῶν ἡγεμόνας ἔχοντες ὁρμέατο ἐπὶ τὸ ἱρὸν τὸ ἐν Δελφοῖσι , ἐν δεξιῇ τὸν Παρνησσὸν ἀπέργοντες . Ὅσα δὲ καὶ οὗτοι ἐπέσχον τῆς Φωκίδος , πάντα ἐσιναμώρεον · καὶ γὰρ τῶν Πανοπέων τὴν πόλιν ἐνέπρησαν καὶ Δαυλίων καὶ Λιλαιέων . Ἐπορεύοντο δὲ ταύτῃ ἀποσχισθέντες τῆς ἄλλης στρατιῆς τῶνδε εἵνεκα , ὅκως συλήσαντες τὸ ἱρὸν τὸ ἐν Δελφοῖσι βασιλέϊ Ξέρξῃ ἀποδέξαιεν τὰ χρήματα · πάντα δ’ ἠπίστατο τὰ ἐν τῷ ἱρῷ ὅσα λόγου ἦν ἄξια Ξέρξης , ὡς ἐγὼ πυνθάνομαι , ἄμεινον τὰ ἐν τοῖσι οἰκίοισι ἔλιπε , πολλῶν αἰεὶ λεγόντων , καὶ μάλιστα τὰ Κροίσου τοῦ Ἀλυάττεω ἀναθήματα .