8.30 Ταῦτά σφι ἐπαγγέλλοντο οἱ Θεσσαλοί . Οἱ γὰρ Φωκέες μοῦνοι τῶν ταύτῃ ἀνθρώπων οὐκ ἐμήδιζον , κατ’ ἄλλο μὲν οὐδέν , ὡς ἐγὼ συμβαλλόμενος εὑρίσκω , κατὰ δὲ τὸ ἔχθος τὸ Θεσσαλῶν · εἰ δὲ Θεσσαλοὶ τὰ Ἑλλήνων ηὖξον , ὡς ἐμοὶ δοκέειν , ἐμήδιζον ἂν οἱ Φωκέες · οἳ ταῦτα ἐπαγγελλομένων Θεσσαλῶν οὔτε δώσειν ἔφασαν χρήματα παρέχειν τέ σφι Θεσσαλοῖσι ὁμοίως μηδίζειν , εἰ ἄλλως βουλοίατο · ἀλλ’ οὐκ ἔσεσθαι ἑκόντες εἶναι προδόται τῆς Ἑλλάδος .
8.31 Ἐπειδὴ δὲ ἀνηνείχθησαν οὗτοι οἱ λόγοι , οὕτω δὴ οἱ Θεσσαλοὶ κεχολωμένοι τοῖσι Φωκεῦσι ἐγένοντο ἡγεμόνες τῷ βαρβάρῳ τῆς ὁδοῦ . Ἐκ μὲν δὴ τῆς Τρηχινίης ἐς τὴν Δωρίδα ἐσέβαλον · τῆς γὰρ Δωρίδος χώρης ποδεὼν στεινὸς ταύτῃ κατατείνει , ὡς τριήκοντα σταδίων μάλιστά κῃ εὖρος , κείμενος μεταξὺ τῆς τε Μηλίδος καὶ τῆς Φωκίδος χώρης , περ ἦν τὸ παλαιὸν Δρυοπίς · δὲ χώρη αὕτη ἐστὶ μητρόπολις Δωριέων τῶν ἐν Πελοποννήσῳ . Ταύτην ὦν τὴν Δωρίδα γῆν οὐκ ἐσίναντο ἐσβαλόντες οἱ βάρβαροι · ἐμήδιζόν τε γὰρ καὶ οὐκ ἐδόκεε Θεσσαλοῖσι .