8.28 Ταῦτα μέν νυν τὸν πεζὸν ἐργάσαντο τῶν Θεσσαλῶν οἱ Φωκέες πολιορκέοντα ἑωυτούς . Ἐσβάλλουσαν δὲ ἐς τὴν χώρην τὴν ἵππον αὐτῶν ἐλυμήναντο ἀνηκέστως · ἐν γὰρ τῇ ἐσβολῇ ἐστι κατὰ Ὑάμπολιν , ἐν ταύτῃ τάφρον μεγάλην ὀρύξαντες ἀμφορέας κεινοὺς ἐς αὐτὴν κατέθηκαν , χοῦν δὲ ἐπιφορήσαντες καὶ ὁμοιώσαντες τῷ ἄλλῳ χώρῳ ἐδέκοντο τοὺς Θεσσαλοὺς ἐσβάλλοντας · οἱ δὲ ὡς ἀναρπασόμενοι τοὺς Φωκέας φερόμενοι ἐσέπεσον ἐς τοὺς ἀμφορέας · ἐνθαῦτα οἱ ἵπποι τὰ σκέλεα διεφθάρησαν . ʹ
8.29 Τούτων δή σφι ἀμφοτέρων ἔχοντες ἔγκοτον οἱ Θεσσαλοὶ πέμψαντες κήρυκα ἠγόρευον τάδε · ʹ Φωκέες , ἤδη τι ʹ μᾶλλον γνωσιμαχέετε μὴ εἶναι ὅμοιοι ἡμῖν . Πρόσθε τε γὰρ ʹ ἐν τοῖσι Ἕλλησι , ὅσον χρόνον ἐκεῖνα ἡμῖν ἥνδανε , πλέον ʹ αἰεί κοτε ὑμέων ἐφερόμεθα , νῦν τε παρὰ τῷ βαρβάρῳ ʹ τοσοῦτο δυνάμεθα ὥστε ἐπ’ ἡμῖν ἐστι τῆς γῆς ἐστερῆ ʹ σθαι καὶ πρὸς ἠνδραποδίσθαι ὑμέας . Ἡμεῖς μέντοι τὸ πᾶν ʹ ἔχοντες οὐ μνησικακέομεν , ἀλλ’ ἡμῖν γενέσθω ἀντ’ ʹ αὐτῶν πεντήκοντα τάλαντα ἀργυρίου , καὶ ὑμῖν ὑποδεκό ʹ μεθα τὰ ἐπιόντα ἐπὶ τὴν χώρην ἀποτρέψειν . ʹ