8.27 Τούτῳ μὲν δὴ ταῦτα εἴρητο . Ἐν δὲ τῷ διὰ μέσου χρόνῳ , ἐπείτε τὸ ἐν Θερμοπύλῃσι τρῶμα ἐγεγόνεε , αὐτίκα Θεσσαλοὶ πέμπουσι κήρυκα ἐς Φωκέας , ἅτε σφι ἐνέχοντες αἰεὶ χόλον , ἀπὸ δὲ τοῦ ὑστάτου τρώματος καὶ τὸ κάρτα . Ἐσβαλόντες γὰρ πανστρατιῇ αὐτοί τε οἱ Θεσσαλοὶ καὶ οἱ σύμμαχοι αὐτῶν ἐς τοὺς Φωκέας οὐ πολλοῖσι ἔτεσι πρότερον ταύτης τῆς βασιλέος στρατηλασίης ἑσσώθησαν ὑπὸ τῶν Φωκέων καὶ περιέφθησαν τρηχέως . Ἐπείτε γὰρ κατειλήθησαν ἐς τὸν Παρνησσὸν οἱ Φωκέες ἔχοντες μάντιν Τελλίην τὸν Ἠλεῖον , ἐνθαῦτα Τελλίης οὗτος σοφίζεται αὐτοῖσι τοιόνδε · γυψώσας ἄνδρας ἑξακοσίους τῶν Φωκέων τοὺς ἀρίστους , αὐτούς τε τούτους καὶ τὰ ὅπλα αὐτῶν , νυκτὸς ἐπεθήκατο τοῖσι Θεσσαλοῖσι , προείπας αὐτοῖσι , τὸν ἂν μὴ λευκανθίζοντα ἴδωνται , τοῦτον κτείνειν . Τούτους ὦν αἵ τε φυλακαὶ τῶν Θεσσαλῶν πρῶται ἰδοῦσαι ἐφοβήθησαν , δόξασαι ἄλλο τι εἶναι τέρας , καὶ μετὰ τὰς φυλακὰς αὐτὴ στρατιὴ οὕτω ὥστε τετρακισχιλίων κρατῆσαι νεκρῶν καὶ ἀσπίδων Φωκέας , τῶν τὰς μὲν ἡμισέας ἐς Ἄβας ἀνέθεσαν , τὰς δὲ ἐς Δελφούς · δὲ δεκάτη ἐγένετο τῶν χρημάτων ἐκ ταύτης τῆς μάχης οἱ μεγάλοι ἀνδριάντες οἱ περὶ τὸν τρίποδα συνεστεῶτες ἔμπροσθε τοῦ νηοῦ τοῦ ἐν Δελφοῖσι καὶ ἕτεροι τοιοῦτοι ἐν Ἄβῃσι ἀνακέαται .