8.25 Ταῦτα ἐπαγγειλαμένου , μετὰ ταῦτα οὐδὲν ἐγίνετο πλοίων σπανιώτερον · οὕτω πολλοὶ ἤθελον θεήσασθαι . Διαπεραιωθέντες δὲ ἐθηεῦντο διεξιόντες τοὺς νεκρούς · πάντες δὲ ἠπιστέατο τοὺς κειμένους εἶναι πάντας Λακεδαιμονίους καὶ Θεσπιέας , ὁρῶντες καὶ τοὺς εἵλωτας . Οὐ μὲν οὐδ’ ἐλάνθανε τοὺς διαβεβηκότας Ξέρξης ταῦτα πρήξας περὶ τοὺς νεκροὺς τοὺς ἑωυτοῦ · καὶ γὰρ δὴ καὶ γελοῖον ἦν · τῶν μὲν χίλιοι ἐφαίνοντο νεκροὶ . . . κείμενοι , οἱ δὲ πάντες ἐκέατο ἁλέες συγκεκομισμένοι ἐς τὠυτὸ χωρίον , τέσσερες χιλιάδες . Ταύτην μὲν τὴν ἡμέρην πρὸς θέην ἐτρέποντο , τῇ δ’ ὑστεραίῃ οἱ μὲν ἀπέπλεον ἐς Ἱστιαίην ἐπὶ τὰς νέας , οἱ δὲ ἀμφὶ Ξέρξην ἐς ὁδὸν ὁρμέατο .
8.26 Ἧκον δέ σφι αὐτόμολοι ἄνδρες ἀπ’ Ἀρκαδίης ὀλίγοι τινές , βίου τε δεόμενοι καὶ ἐνεργοὶ βουλόμενοι εἶναι . Ἄγοντες δὲ τούτους ἐς ὄψιν τὴν βασιλέος ἐπυνθάνοντο οἱ Πέρσαι περὶ τῶν Ἑλλήνων τί ποιοῖεν · εἷς δέ τις πρὸ πάντων ἦν εἰρωτῶν αὐτοὺς ταῦτα . Οἱ δέ σφι ἔλεγον ὡς Ὀλύμπια ἄγουσι καὶ θεωρέοιεν ἀγῶνα γυμνικὸν καὶ ἱππικόν . δὲ ἐπείρετο τι τὸ ἄεθλον εἴη σφι κείμενον περὶ ὅτεο ἀγωνίζονται · οἱ δὲ εἶπον τῆς ἐλαίης τὸν διδόμενον στέφανον . Ἐνθαῦτα εἴπας γνώμην γενναιοτάτην Τριτανταίχμης Ἀρταβάνου δειλίην ὦφλε πρὸς βασιλέος . Πυνθανόμενος γὰρ τὸ ἄεθλον ἐὸν στέφανον ἀλλ’ οὐ χρήματα , οὔτε ἠνέσχετο σιγῶν εἶπέ τε ἐς πάντας τάδε · ʹ Παπαί , Μαρδόνιε , κοίους ἐπ’ ἄνδρας ἤγαγες μαχησομένους ἡμέας , οἳ οὐ περὶ χρημάτων τὸν ἀγῶνα ποιεῦνται ἀλλὰ περὶ ἀρετῆς . ʹ