8.23 Θεμιστοκλέης μὲν ταῦτα ἐνέγραψε . Τοῖσι δὲ βαρβάροισι αὐτίκα μετὰ ταῦτα πλοίῳ ἦλθε ἀνὴρ Ἱστιαιεὺς ἀγγέλλων τὸν δρησμὸν τὸν ἀπ’ Ἀρτεμισίου τῶν Ἑλλήνων . Οἱ δ’ ὑπ’ ἀπιστίης τὸν μὲν ἀγγέλλοντα εἶχον ἐν φυλακῇ , νέας δὲ ταχέας ἀπέστειλαν προκατοψομένας . Ἀπαγγειλάντων δὲ τούτων τὰ ἦν , οὕτω δὴ ἅμα ἡλίῳ σκιδναμένῳ ἅπασα στρατιὴ ἔπλεε ἁλὴς ἐπὶ τὸ Ἀρτεμίσιον . Ἐπισχόντες δὲ ἐν τούτῳ τῷ χώρῳ μέχρι μέσου ἡμέρης , τὸ ἀπὸ τούτου ἔπλεον ἐς Ἱστιαίην · ἀπικόμενοι δὲ τὴν πόλιν ἔσχον τῶν Ἱστιαιέων , καὶ τῆς Ἐλλοπίης μοίρης , γῆς δὲ τῆς Ἱστιαιώτιδος , τὰς παραθαλασσίας κώμας πάσας ἐπέδραμον .
8.24 Ἐνθαῦτα δὲ τούτων ἐόντων , Ξέρξης ἑτοιμασάμενος τὰ περὶ τοὺς νεκροὺς ἔπεμπε ἐς τὸν ναυτικὸν στρατὸν κήρυκα . Προετοιμάσατο δὲ τάδε · ὅσοι τοῦ στρατοῦ τοῦ ἑωυτοῦ ἦσαν νεκροὶ ἐν Θερμοπύλῃσι ἦσαν δὲ καὶ δύο μυριάδες , ὑπολιπόμενος τούτων ὡς χιλίους , τοὺς λοιποὺς τάφρους ὀρυξάμενος ἔθαψε , φυλλάδα τε ἐπιβαλὼν καὶ γῆν ἐπαμησάμενος , ἵνα μὴ ὀφθείησαν ὑπὸ τοῦ ναυτικοῦ στρατοῦ . Ὡς δὲ διέβη ἐς τὴν Ἱστιαίην κῆρυξ , σύλλογον ποιησάμενος παντὸς τοῦ στρατοπέδου ἔλεγε τάδε · ʹ Ἄνδρες σύμμαχοι , βασιλεὺς ʹ Ξέρξης τῷ βουλομένῳ ὑμέων παραδίδωσι ἐκλιπόντα τὴν ʹ τάξιν καὶ ἐλθόντα θεήσασθαι ὅκως μάχεται πρὸς τοὺς ʹ ἀνοήτους τῶν ἀνθρώπων οἳ ἤλπισαν τὴν βασιλέος δύναμιν ʹ ὑπερβαλέεσθαι . ʹ