8.22 Ἀθηναίων δὲ νέας τὰς ἄριστα πλεούσας ἐπιλεξάμενος Θεμιστοκλέης ἐπορεύετο περὶ τὰ πότιμα ὕδατα , ἐντάμνων ἐν τοῖσι λίθοισι γράμματα , τὰ Ἴωνες ἐπελθόντες τῇ ὑστεραίῃ ἡμέρῃ ἐπὶ τὸ Ἀρτεμίσιον ἐπελέξαντο . Τὰ δὲ γράμματα τάδε ἔλεγε · ʹ Ἄνδρες Ἴωνες , οὐ ποιέετε δίκαια ἐπὶ τοὺς πατέρας στρατευόμενοι καὶ τὴν Ἑλλάδα καταδουλούμενοι . Ἀλλὰ μάλιστα μὲν πρὸς ἡμέων γίνεσθε · εἰ δὲ ὑμῖν ἐστι τοῦτο μὴ δυνατὸν ποιῆσαι , ὑμεῖς δὲ ἔτι καὶ νῦν ἐκ τοῦ μέσου ἡμῖν ἕζεσθε καὶ αὐτοὶ καὶ τῶν Καρῶν δέεσθε τὰ αὐτὰ ὑμῖν ποιέειν · εἰ δὲ μηδέτερον τούτων οἷόν τε γίνεσθαι , ἀλλ’ ὑπ’ ἀναγκαίης μέζονος κατέζευχθε ὥστε ἀπίστασθαι . ὑμεῖς δὲ ἐν τῷ ἔργῳ , ἐπεὰν συμμίσγωμεν , ἐθελοκακέετε , μεμνημένοι ὅτι ἀπ’ ἡμέων γεγόνατε καὶ ὅτι ἀρχῆθεν ἔχθρη πρὸς τὸν βάρβαρον ἀπ’ ὑμέων ἡμῖν γέγονε . ʹ Θεμιστοκλέης δὲ ταῦτα ἔγραφε , δοκέειν ἐμοί , ἐπ’ ἀμφότερα νοέων , ἵνα λαθόντα τὰ γράμματα βασιλέα Ἴωνας ποιήσῃ μεταβαλεῖν καὶ γενέσθαι πρὸς ἑωυτῶν , ἐπείτε ἂν ἀνενειχθῇ καὶ διαβληθῇ πρὸς Ξέρξην , ἀπίστους ποιήσῃ τοὺς Ἴωνας καὶ τῶν ναυμαχιέων αὐτοὺς ἀπόσχῃ .