8.20 Οἱ γὰρ Εὐβοέες παραχρησάμενοι τὸν Βάκιδος χρησμὸν ὡς οὐδὲν λέγοντα οὔτ’ ἐξεκομίσαντο οὐδὲν οὔτε προεσάξαντο ὡς παρεσομένου σφι πολέμου , περιπετέα τε ἐποιήσαντο σφίσι αὐτοῖσι τὰ πρήγματα . Βάκιδι γὰρ ὧδε ἔχει περὶ τούτων χρησμός · Φράζεο , βαρβαρόφωνος ὅταν ζυγὸν εἰς ἅλα βάλλῃ βύβλινον , Εὐβοίης ἀπέχειν πολυμηκάδας αἶγας . Τούτοισι δὴ οὐδὲν τοῖσι ἔπεσι χρησαμένοισι , ἐν τοῖσι τότε παρεοῦσί τε καὶ προσδοκίμοισι κακοῖσι παρῆν σφι συμφορῇ χρᾶσθαι πρὸς τὰ μέγιστα .
8.21 Οἱ μὲν δὴ ταῦτα ἔπρησσον , παρῆν δὲ ἐκ Τρηχῖνος κατάσκοπος . Ἦν μὲν γὰρ ἐπ’ Ἀρτεμισίῳ κατάσκοπος Πολύας , γένος Ἀντικυρεύς , τῷ προσετέτακτο καὶ εἶχε πλοῖον κατῆρες ἕτοιμον , εἰ παλήσειε ναυτικὸς στρατός , σημαίνειν τοῖσι ἐν Θερμοπύλῃσι ἐοῦσι · ὣς δ’ αὕτως ἦν Ἀβρώνιχος Λυσικλέος Ἀθηναῖος καὶ παρὰ Λεωνίδῃ ἕτοιμος τοῖσι ἐπ’ Ἀρτεμισίῳ ἐοῦσι ἀγγέλλειν τριηκοντέρῳ , ἤν τι καταλαμβάνῃ νεώτερον τὸν πεζόν . Οὗτος ὦν Ἀβρώνιχος ἀπικόμενός σφι ἐσήμηνε τὰ γεγονότα περὶ Λεωνίδην καὶ τὸν στρατὸν αὐτοῦ . Οἱ δὲ ὡς ἐπύθοντο ταῦτα , οὐκέτι ἐς ἀναβολὰς ἐποιεῦντο τὴν ἀποχώρησιν , ἐκομίζοντο δὲ ὡς ἕκαστοι ἐτάχθησαν , Κορίνθιοι πρῶτοι , ὕστατοι δὲ Ἀθηναῖοι .