8.17 Ἐν ταύτῃ τῇ ναυμαχίῃ Αἰγύπτιοι μὲν τῶν Ξέρξεω στρατιωτέων ἠρίστευσαν , οἳ ἄλλα τε μεγάλα ἔργα ἀπεδέξαντο καὶ νέας αὐτοῖσι ἀνδράσι εἷλον Ἑλληνίδας πέντε . Τῶν δὲ Ἑλλήνων κατὰ ταύτην τὴν ἡμέρην ἠρίστευσαν Ἀθηναῖοι καὶ Ἀθηναίων Κλεινίης Ἀλκιβιάδεω , ὃς δαπάνην οἰκηίην παρεχόμενος ἐστρατεύετο ἀνδράσι τε διηκοσίοισι ἐπὶ οἰκηίῃ νηί . ʹ
8.18 Ὡς δὲ διέστησαν , ἄσμενοι ἑκάτεροι ἐς ὅρμον ἠπείγοντο . Οἱ δὲ Ἕλληνες ὡς διακριθέντες ἐκ τῆς ναυμαχίης ἀπηλλάχθησαν , τῶν μὲν νεκρῶν καὶ τῶν ναυηγίων ἐπεκράτεον , τρηχέως δὲ περιεφθέντες , καὶ οὐκ ἥκιστα Ἀθηναῖοι τῶν αἱ ἡμίσεαι τῶν νεῶν τετρωμέναι ἦσαν , δρησμὸν δὴ ἐβούλευον ἔσω ἐς τὴν Ἑλλάδα .
8.19 Νόῳ δὲ λαβὼν Θεμιστοκλέης ὡς εἰ ἀπορραγείη ἀπὸ τοῦ βαρβάρου τό τε Ἰωνικὸν φῦλον καὶ τὸ Καρικόν , οἷοί τε εἴησαν ἂν τῶν λοιπῶν κατύπερθε γενέσθαι , ἐλαυνόντων τῶν Εὐβοέων πρόβατα ἐπὶ τὴν θάλασσαν , ταύτῃ συλλέξας τοὺς στρατηγοὺς ἔλεγέ σφι ὡς δοκέοι ἔχειν τινὰ παλάμην τῇ ἐλπίζοι τῶν βασιλέος συμμάχων ἀποστήσειν τοὺς ἀρίστους . Ταῦτα μέν νυν ἐς τοσοῦτο παρεγύμνου , ἐπὶ δὲ τοῖσι κατήκουσι πρήγμασι τάδε ποιητέα σφι εἶναι ἔλεγε , τῶν τε προβάτων τῶν Εὐβοϊκῶν καταθύειν ὅσα τις ἐθέλοι κρέσσον γὰρ εἶναι τὴν στρατιὴν ἔχειν τοὺς πολεμίους , παραίνεέ τε προειπεῖν τοῖσι ἑωυτῶν ἑκάστους πυρὰ ἀνακαίειν · κομιδῆς δὲ πέρι τὴν ὥρην αὐτῷ μελήσειν ὥστε ἀσινέας ἀπικέσθαι ἐς τὴν Ἑλλάδα . Ταῦτα ἤρεσέ σφι ποιέειν καὶ αὐτίκα πυρὰ ἀνακαυσάμενοι ἐτρέποντο πρὸς τὰ πρόβατα .