8.15 Τρίτῃ δὲ ἡμέρῃ δεινόν τι ποιησάμενοι οἱ στρατηγοὶ τῶν βαρβάρων νέας οὕτω σφι ὀλίγας λυμαίνεσθαι καὶ τὸ ἀπὸ Ξέρξεω δειμαίνοντες οὐκ ἀνέμειναν ἔτι τοὺς Ἕλληνας μάχης ἄρξαι , ἀλλὰ παρασκευασάμενοι κατὰ μέσον ἡμέρης ἀνῆγον τὰς νέας . Συνέπιπτε δὲ ὥστε τὰς αὐτὰς ταύτας ἡμέρας τάς τε ναυμαχίας γίνεσθαι ταύτας καὶ τὰς πεζομαχίας τὰς ἐν Θερμοπύλῃσι . Ἦν δὲ πᾶς ἀγὼν τοῖσι κατὰ θάλασσαν περὶ τοῦ Εὐρίπου , ὥσπερ τοῖσι ἀμφὶ Λεωνίδην τὴν ἐσβολὴν φυλάσσειν · οἱ μὲν δὴ παρεκελεύοντο ὅκως μὴ παρήσουσι ἐς τὴν Ἑλλάδα τοὺς βαρβάρους , οἱ δ’ ὅκως τὸ Ἑλληνικὸν στράτευμα διαφθείραντες τοῦ πόρου κρατήσουσι .
8.16 Ὡς δὲ ταξάμενοι οἱ Ξέρξεω ἐπέπλεον , οἱ Ἕλληνες ἀτρέμας εἶχον πρὸς τῷ Ἀρτεμισίῳ . Οἱ δὲ βάρβαροι μηνοειδὲς ποιήσαντες τῶν νεῶν ἐκυκλοῦντο , ὡς περιλάβοιεν αὐτούς · ἐνθεῦτεν οἱ Ἕλληνες ἐπανέπλεόν τε καὶ συνέμισγον . Ἐν ταύτῃ τῇ ναυμαχίῃ παραπλήσιοι ἀλλήλοισι ἐγίνοντο · γὰρ Ξέρξεω στρατὸς ὑπὸ μεγάθεός τε καὶ πλήθεος αὐτὸς ὑπ’ ἑωυτοῦ ἔπιπτε , ταρασσομένων τε τῶν νεῶν καὶ περιπιπτουσέων περὶ ἀλλήλας . Ὅμως μέντοι ἀντεῖχε καὶ οὐκ εἶκε · δεινὸν γὰρ χρῆμα ἐποιεῦντο ὑπὸ νεῶν ὀλιγέων ἐς φυγὴν τρέπεσθαι . Πολλαὶ μὲν δὴ τῶν Ἑλλήνων νέες διεφθείροντο , πολλοὶ δὲ ἄνδρες , πολλῷ δ’ ἔτι πλέονες νέες τε τῶν βαρβάρων καὶ ἄνδρες . Οὕτω δὲ ἀγωνιζόμενοι διέστησαν χωρὶς ἑκάτεροι .