8.13 Καὶ τούτοισι μὲν τοιαύτη νὺξ ἐγίνετο · τοῖσι δὲ ταχθεῖσι αὐτῶν περιπλέειν Εὔβοιαν αὐτή περ ἐοῦσα νὺξ πολλὸν ἦν ἔτι ἀγριωτέρη , τοσούτῳ ὅσῳ ἐν πελάγεϊ φερομένοισι ἐπέπιπτε , καὶ τὸ τέλος σφι ἐγένετο ἄχαρι · ὡς γὰρ δὴ πλέουσι αὐτοῖσι χειμών τε καὶ τὸ ὕδωρ ἐπεγίνετο ἐοῦσι κατὰ τὰ Κοῖλα τῆς Εὐβοίης , φερόμενοι τῷ πνεύματι καὶ οὐκ εἰδότες τῇ ἐφέροντο ἐξέπιπτον πρὸς τὰς πέτρας . Ἐποιέετό τε πᾶν ὑπὸ τοῦ θεοῦ ὅκως ἂν ἐξισωθείη τῷ Ἑλληνικῷ τὸ Περσικὸν μηδὲ πολλῷ πλέον εἴη .
8.14 Οὗτοι μέν νυν περὶ τὰ Κοῖλα τῆς Εὐβοίης διεφθείροντο · οἱ δὲ ἐν Ἀφέτῃσι βάρβαροι , ὥς σφι ἀσμένοισι ἡμέρη ἐπέλαμψε , ἀτρέμας τε εἶχον τὰς νέας καί σφι ἀπεχρᾶτο κακῶς πρήσσουσι ἡσυχίην ἄγειν ἐν τῷ παρεόντι . Τοῖσι δὲ Ἕλλησι ἐπεβοήθεον νέες τρεῖς καὶ πεντήκοντα Ἀττικαί . Αὗταί τε δή σφεας ἐπέρρωσαν ἀπικόμεναι καὶ ἅμα ἀγγελίη ἐλθοῦσα ὡς τῶν βαρβάρων οἱ περιπλέοντες τὴν Εὔβοιαν πάντες εἴησαν διεφθαρμένοι ὑπὸ τοῦ γενομένου χειμῶνος . Φυλάξαντες δὴ τὴν αὐτὴν ὥρην πλέοντες ἐπέπεσον νηυσὶ Κιλίσσῃσι · ταύτας δὲ διαφθείραντες , ὡς εὐφρόνη ἐγίνετο , ἀπέπλεον ὀπίσω ἐπὶ τὸ Ἀρτεμίσιον .