8.3 Ἐγένετο γὰρ κατ’ ἀρχὰς λόγος , πρὶν καὶ ἐς Σικελίην πέμπειν ἐπὶ συμμαχίην , ὡς τὸ ναυτικὸν Ἀθηναίοισι χρεὸν εἴη ἐπιτρέπειν · ἀντιβάντων δὲ τῶν συμμάχων εἶκον οἱ Ἀθηναῖοι , μέγα τε ποιεύμενοι περιεῖναι τὴν Ἑλλάδα καὶ γνόντες , εἰ στασιάσουσι περὶ τῆς ἡγεμονίης , ὡς ἀπολέεται Ἑλλάς , ὀρθὰ νοεῦντες · στάσις γὰρ ἔμφυλος πολέμου ὁμοφρονέοντος τοσούτῳ κάκιόν ἐστι ὅσῳ πόλεμος εἰρήνης · ἐπιστάμενοι ὦν αὐτὸ τοῦτο οὐκ ἀντέτεινον ἀλλ’ εἶκον , μέχρι ὅσου κάρτα ἐδέοντο αὐτῶν , ὡς διέδεξαν · ὡς γὰρ διωσάμενοι τὸν Πέρσην περὶ τῆς ἐκείνου ἤδη τὸν ἀγῶνα ἐποιεῦντο , πρόφασιν τὴν Παυσανίεω ὕβριν προϊσχόμενοι ἀπείλοντο τὴν ἡγεμονίην τοὺς Λακεδαιμονίους . Ἀλλὰ ταῦτα μὲν ὕστερον ἐγένετο .
8.4 Τότε δὲ οὗτοι οἱ καὶ ἐπ’ Ἀρτεμίσιον Ἑλλήνων ἀπικόμενοι ὡς εἶδον νέας τε πολλὰς καταχθείσας ἐς τὰς Ἀφέτας καὶ στρατιῆς ἅπαντα πλέα , ἐπεὶ αὐτοῖσι παρὰ δόξαν τὰ πρήγματα τῶν βαρβάρων ἀπέβαινε ὡς αὐτοὶ κατεδόκεον , καταρρωδήσαντες δρησμὸν ἐβουλεύοντο ἀπὸ τοῦ Ἀρτεμισίου ἔσω ἐς τὴν Ἑλλάδα . Γνόντες δέ σφεας οἱ Εὐβοέες ταῦτα βουλευομένους ἐδέοντο Εὐρυβιάδεω προσμεῖναι χρόνον ὀλίγον , ἔστ’ ἂν αὐτοὶ τέκνα τε καὶ τοὺς οἰκέτας ὑπεκθέωνται . Ὡς δ’ οὐκ ἔπειθον , μεταβάντες τὸν Ἀθηναίων στρατηγὸν πείθουσι Θεμιστοκλέα ἐπὶ μισθῷ τριήκοντα ταλάντοισι , ἐπ’ τε καταμείναντες πρὸ τῆς Εὐβοίης ποιήσονται τὴν ναυμαχίην .