8.t ΟΥΡΑΝΙΑ
8.1 Οἱ δὲ Ἑλλήνων ἐς τὸν ναυτικὸν στρατὸν ταχθέντες ἦσαν οἵδε · Ἀθηναῖοι μὲν νέας παρεχόμενοι ἑκατὸν καὶ εἴκοσι καὶ ἑπτά · ὑπὸ δὲ ἀρετῆς τε καὶ προθυμίης Πλαταιέες , ἄπειροι τῆς ναυτικῆς ἐόντες , συνεπλήρουν τοῖσι Ἀθηναίοισι τὰς νέας · Κορίνθιοι δὲ τεσσεράκοντα νέας παρείχοντο , Μεγαρέες δὲ εἴκοσι · καὶ Χαλκιδέες ἐπλήρουν εἴκοσι , Ἀθηναίων σφι παρεχόντων τὰς νέας · Αἰγινῆται δὲ ὀκτωκαίδεκα , Σικυώνιοι δὲ δυοκαίδεκα , Λακεδαιμόνιοι δὲ δέκα , Ἐπιδαύριοι δὲ ὀκτώ , Ἐρετριέες δὲ ἑπτά , Τροιζήνιοι δὲ πέντε , Στυρέες δὲ δύο καὶ Κήιοι δύο τε νέας καὶ πεντηκοντέρους δύο · Λοκροὶ δέ σφι οἱ Ὀπούντιοι ἐπεβοήθεον πεντηκοντέρους ἔχοντες ἑπτά .
8.2 Ἦσαν μὲν ὦν οὗτοι οἱ στρατευόμενοι ἐπ’ Ἀρτεμίσιον , εἴρηται δέ μοι καὶ ὅσον τι πλῆθος ἕκαστοι τῶν νεῶν παρείχοντο . Ἀριθμὸς δὲ τῶν συλλεχθεισέων νεῶν ἐπ’ Ἀρτεμίσιον ἦν , πάρεξ τῶν πεντηκοντέρων , διηκόσιαι καὶ ἑβδομήκοντα καὶ μία . Τὸν δὲ στρατηγὸν τὸν τὸ μέγιστον κράτος ἔχοντα παρείχοντο Σπαρτιῆται Εὐρυβιάδην Εὐρυκλείδεω · οἱ γὰρ σύμμαχοι οὐκ ἔφασαν , ἢν μὴ Λάκων ἡγεμονεύῃ , Ἀθηναίοισι ἕψεσθαι ἡγεομένοισι , ἀλλὰ λύσειν τὸ μέλλον ἔσεσθαι στράτευμα .