8.5 δὲ Θεμιστοκλέης τοὺς Ἕλληνας ἐπισχεῖν ὧδε ποιέει . Εὐρυβιάδῃ τούτων τῶν χρημάτων μεταδιδοῖ πέντε τάλαντα ὡς παρ’ ἑωυτοῦ δῆθεν διδούς . Ὡς δέ οἱ οὗτος ἀνεπέπειστο Ἀδείμαντος γὰρ Ὠκύτου Κορίνθιος στρατηγὸς τῶν λοιπῶν ἤσπαιρε μοῦνος , φάμενος ἀποπλεύσεσθαί τε ἀπὸ τοῦ Ἀρτεμισίου καὶ οὐ παραμενέειν , πρὸς δὴ τοῦτον εἶπε Θεμιστοκλέης ἐπομόσας · ʹ Οὐ σύ γε ἡμέας ἀπολείψεις , ἐπεί τοι ἐγὼ μέζω δῶρα δώσω βασιλεὺς ἄν τοι Μήδων πέμψειε ἀπολιπόντι τοὺς συμμάχους . ʹ Ταῦτά τε ἅμα ἠγόρευε καὶ πέμπει ἐπὶ τὴν νέα τὴν Ἀδειμάντου τάλαντα ἀργυρίου τρία . Οὗτοί τε δὴ πληγέντες δώροισι ἀναπεπεισμένοι ἦσαν καὶ τοῖσι Εὐβοεῦσι ἐκεχάριστο , αὐτός τε Θεμιστοκλέης ἐκέρδηνε . Ἐλάνθανε δὲ τὰ λοιπὰ ἔχων , ἀλλ’ ἠπιστέατο οἱ μεταλαβόντες τούτων τῶν χρημάτων ἐκ τῶν Ἀθηνέων ἐλθεῖν ἐπὶ τῷ λόγῳ τούτῳ τὰ χρήματα .
8.6 Οὕτω δὴ κατέμεινάν τε ἐν τῇ Εὐβοίῃ καὶ ἐναυμάχησαν . Ἐγένετο δὲ ὧδε . Ἐπείτε δὴ ἐς τὰς Ἀφέτας περὶ δείλην πρωίην γινομένην ἀπίκατο οἱ βάρβαροι , πυθόμενοι μὲν ἔτι καὶ πρότερον περὶ τὸ Ἀρτεμίσιον ναυλοχέειν νέας Ἑλληνίδας ὀλίγας , τότε δὲ αὐτοὶ ἰδόντες , πρόθυμοι ἦσαν ἐπιχειρέειν , εἴ κως ἕλοιεν αὐτάς . Ἐκ μὲν δὴ τῆς ἀντίης προσπλέειν οὔ κώ σφι ἐδόκεε τῶνδε εἵνεκα , μή κως ἰδόντες οἱ Ἕλληνες προσπλέοντας ἐς φυγὴν ὁρμήσειαν φεύγοντάς τε εὐφρόνη καταλαμβάνῃ · καὶ ἔμελλον δῆθεν φεύξεσθαι , ἔδει δὲ μηδὲ πυρφόρον τῷ ἐκείνων λόγῳ ἐκφυγόντα περιγενέσθαι .