7.239 Ἄνειμι δὲ ἐκεῖσε τοῦ λόγου τῇ μοι τὸ πρότερον ἐξέλιπε . Ἐπύθοντο Λακεδαιμόνιοι ὅτι βασιλεὺς στέλλοιτο ἐπὶ τὴν Ἑλλάδα πρῶτοι , καὶ οὕτω δὴ ἐς τὸ χρηστήριον τὸ ἐς Δελφοὺς ἀπέπεμψαν , ἔνθα δή σφι ἐχρήσθη τὰ ὀλίγῳ πρότερον εἶπον · ἐπύθοντο δὲ τρόπῳ θωμασίῳ . Δημάρητος γὰρ Ἀρίστωνος φυγὼν ἐς Μήδους , ὡς μὲν ἐγὼ δοκέω καὶ τὸ οἰκὸς ἐμοὶ συμμάχεται , οὐκ ἦν εὔνοος Λακεδαιμονίοισι , πάρεστι δὲ εἰκάζειν εἴτε εὐνοίῃ ταῦτα ἐποίησε εἴτε καὶ καταχαίρων . Ἐπείτε γὰρ Ξέρξῃ ἔδοξε στρατηλατέειν ἐπὶ τὴν Ἑλλάδα , ἐὼν ἐν Σούσοισι Δημάρητος καὶ πυθόμενος ταῦτα ἠθέλησε Λακεδαιμονίοισι ἐξαγγεῖλαι . Ἄλλως μὲν δὴ οὐκ εἶχε σημῆναι · ἐπικίνδυνον γὰρ ἦν μὴ λαμφθείη · δὲ μηχανᾶται τοιάδε . Δελτίον δίπτυχον λαβὼν τὸν κηρὸν αὐτοῦ ἐξέκνησε καὶ ἔπειτα ἐν τῷ ξύλῳ τοῦ δελτίου ἔγραψε τὴν βασιλέος γνώμην · ποιήσας δὲ ταῦτα ὀπίσω ἐπέτηξε τὸν κηρὸν ἐπὶ τὰ γράμματα , ἵνα φερόμενον κεινὸν τὸ δελτίον μηδὲν πρῆγμα παρέχοι πρὸς τῶν ὁδοφυλάκων . Ἐπεὶ δὲ καὶ ἀπίκετο ἐς τὴν Λακεδαίμονα , οὐκ εἶχον συμβαλέσθαι οἱ Λακεδαιμόνιοι , πρίν γε δή σφι , ὡς ἐγὼ πυνθάνομαι , Κλεομένεος μὲν θυγάτηρ Λεωνίδεω δὲ γυνὴ Γοργὼ ὑπέθετο , ἐπιφρασθεῖσα αὐτή , τὸν κηρὸν ἐκκνᾶν κελεύουσα , καὶ εὑρήσειν σφέας γράμματα ἐν τῷ ξύλῳ . Πειθόμενοι δὲ εὗρον καὶ ἐπελέξαντο , ἔπειτα δὲ τοῖσι ἄλλοισι Ἕλλησι ἐπέστειλαν . Ταῦτα μὲν δὴ οὕτω λέγεται γενέσθαι .